Ancient Greek · ~2 min
93.1 to 93.2
Epiphanius, Ancoratus 93.1-2
Not analysed yet
93. Τί ἐροῦμεν; οὐκ ἄνθρωπος ὁ Χριστός; ἐκ τῶν προλελεγμένων παντί τῳ δῆλόν ἐστιν ἐστιν ὃτι ἀναμφιβόλως ὁμολογοῦμεν τὸν κύριον θεὸν Λόγον ἄνθρωπον γεγόνοτα οὐ δοκήσει, ἀλλ’ ἀληθείᾳ. ἀλλ᾿ οὐκ ἄνθρωπος ἐλθὼν ἐν προκοπῇ θεότητος. οὐδὲ γὰρ ἐπ’ θρώπῳ ἡμῖν ἡ ἐλπὶς τῆς σωτηρίας· οὐδεὶς γὰρ πάντων τῶν ἀπὸ Αδὰμ ἀνθρώπων ἠδυνήθη ἐργάσασθαι τὴν σωτηρίαν, ἀλλὰ θεὸς Λόγος ἄνθρωπος γεγονώς, ἴνα μὴ ἡ ἐλπὶς ἡμῶν ᾖ ἐπ’ ἄνθρωπον, ἀλλ᾿ ἐπὶ θεὸν ζῶντα καὶ ἀληθινόν, γενόμενον ἄνθρωπον.