Ancient Greek · ~6 min
Chapter 95
Epiphanius, Ancoratus 95
Not analysed yet
95. ‘Yποδείξῃ ⟨καὶ⟩ ή ῥάβδος τοῦ Ααρὼν ξηρὰ οὐσα ⟨διὰ⟩ πολλῶν τάχα ἐτῶν καὶ ἐν σκηνῇ ἀφ᾿ ἑσπέρας καὶ ἄχρι τῆς ἕω καταλειφθεῖσα. αύτοῖς γὰρ μετὰ καμάτων τὰ ζῶντα δένδρα διὰ διὰ δεκαδύο μηνῶν κατὰ περίοδον ἐνιαυτοῦ πληρουμένου καρποὺς γεννᾷ, ἡλίου τε θάλποντος ὺετῶν άρδευόντων δρόσων πεταννυουσῶν νυκτός τε καὶ ήμέρας τρεφουσῶν, ὑπὸ μίαν ⟨δὲ⟩ νύκτα τὸ δυσχερὲς εὐχερὲς ὁ θεὸς εἰργάσατο. ἐβλάστησε γὰρ ἡ ξηρὰ ῥάβδος καὶ φύλλα ἐκβάλλει καὶ καρποὺς πεπείρους. τὰ ὅμοια γὰρ ὑπέδειξεν ό θεὸς τῆς μελλούσης ὑπ᾿ αὐτοῦ ἔσεσθαι ἀναστάσεως. συλλαμβανομένων δὲ τῶν παίδων κατὰ τὸν σεμνὸν γάμον, ον ό κύριος ύπέδειξε, πρῶτον καταβάλλεται σπέρμα τῆς ἀκολουθίας, ὡς κατέδειξεν ὁ κύριος, κατὰ τὰς γεννητικὰς μήτρας· χρόνων δὲ ἀνακυλιομένων τὸ καταβληθὲν ἐν τῇ γαστρὶ τελεσ- φορεῖται διὰ χρόνου ἐνναμηνιαίου· φημὶ δὲ ὑπὸ ἐννέα μηνῶν τὸν άριθμὸν τελεσιουργεῖται τὸ κυϊσκόμενον καὶ γεννᾶται. ἐν δὲ τῇ ἀναστάσει οὐχ οὕτως· ὑπὸ θῆξιν γὰρ τὸ ἔργον. σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι«. ὡς ἔδειξεν ὸ κύριος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ὅτι τὰ κάρυα τὰ ἐν τοῖς ζῶσι δένδροις διὰ δεκαδύο μηνῶν ἐγκυμονούμενα έν τῷ ξηρῷ ξύλῳ πυκάζονται καὶ βλαστοὶ γίνονται καὶ ὑΠὸ μίαν νύκτα, οὐ. μόνον δὲ ἀλλ᾿ ὑπὸ θῆξιν μιᾶς ὥρας ἐτελεσιούργησε τὸ διὰ δεκαδύο μηνῶν ὡς εἴρηται γινόμενον· καὶ ὼσαύτως τὸ δι’ ἐννέα μηνῶν ἐν τῇ κοιλίᾳ γενόμενον βρέφος, ὃ διᾲ πολλοῦ τοῦ χρόνου συναχθὲν τελειοῦται, ἐν δὲ] δὲ] ἀναστάσει ὑπὸ θῆξιν πληρωθὲν ἀνίσταται.