Ancient Greek
Edition urn:cts:greekLit:tlg2021.tlg019.local001
Epiphanius, Fragmenta precationis et exorcismi [Sp.] 001
Not analysed yet
Ἐπικαλούμεθά σε, Θεὲ παντοκράτορ Κύριε Ἰησοῦ Χριστὲ οὐράνιε βασιλεῦ· ἐπικαλούμεθά σε τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἐξορκίζω σε, πνεῦμα ἀκάθαρτον, κατὰ τοῦ λόγου Θεοῦ τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. φοβήθητι τὸν ἀναβαλλόμενον φῶς ὡς ἱμάτιον· τὸν μόνον ἔχοντα ἀθανασίαν καὶ φῶς ἀπρόσιτον· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.