Ancient Greek
Κατὰ Σηθιανῶν ιθ, τῆς δὲ ἀκολουθίας λݲθݲ., Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 1-18
Not analysed yet
Σηθιανοὶ πάλιν αἵρεσις ἑτέρα ἐστὶν οὕτω καλουμένη, οὐ πανταχοῦ δὲ αὕτη εὑρίσκεται οὔτε ἡ πρὸ ταύτης ἡ τῶν Καϊανῶν λεγομένη· τάχα δὲ ἤδη καὶ αἱ πλείους τούτων ἐξερριζώθησαν ἐκ τοῦ κόσμου. τὸ γὰρ οὐκ ἐκ θεοῦ ὂν οὐ σταθήσεται, ἀλλὰ καιρῷ μὲν ἀκμάζει, εἰς τὸ παντελὲς δὲ διαρκῶς οὐκ ἐμπαραμένει. τάχα δὲ οἶμαι ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ συντετυχηκέναι καὶ ταύτῃ τῇ αἱρέσει οὐ γὰρ ἀκριβῶς τὴν χώραν μένηνμαι, ἐν ᾐ αὐτοῖς συνέτυχον)· καὶ τὰ μὲν κατὰ ἱστορίαν φύσει αὐτοψίᾳ περὶ ταύτης ἔγνωμεν, τὰ δὲ ἐκ συγγραμμάτων περὶ αὐτῆς ἐμάθομεν. Οὑτοι γὰρ οἱ Σηθιανοὶ ἀπὸ Σὴθ τοῦ υἱοῦ τοῦ Ἀδὰμ σεμνύνονται τὸ γένος κατάγειν αὐτόν τε δοξάζουσι καὶ εἰς αὐτὸν πάντα ὅσαπερ ἀρετῆς εἰναι *ἀναφέρουσι, τά τε τῆς ἀρετῆς τεκμήρια καὶ δικαιοσύνης καὶ ὅσα τοιαῦτα ὑπάρχει. οὐ μὴν δὲ ἀλλὰ καὶ Χριστὸν αὐτὸν ὀνομάζουσι καὶ αὐτὸν εἶναι τὸν Ἰησοῦν διαβεβαιοῦνται. διδάσκουσι δὲ αὐτῶν τὴν διδασκαλίαν οὕτω, ὅτι, φησίν, ἐξ ἀγγέλων γεγένηται τὰ πάντα καὶ οὐκ ἐκ τῆς ἄνω δυνάμεως.