Ancient Greek
Κατὰ Ἐγκρατιτῶν κݲζݲ, τῆς δὲ ἀκολουθίας μݲζݲ., Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 1-21
Not analysed yet
Ἐγκρατῖταί τινες οὕτω καλούμενοι τοῦτον τὸν Τατιανὸν διαδέχονται, φύσει ὑπ᾿ αὐτοῦ πεπλανημένοι τε καὶ ἠπατημένοι, ἕτερα δὲ παρὰ τοῦτον φρονήσαντες καὶ εἰς μείζονα πάλιν ἐρεσχελίαν ἑαντοῦς ἐκδεδωκότες. πληθύνουσι δὲ οὗτοι καὶ εἰς δεῦρο ἔν τε τῇ Πισδίᾳ καὶ ἐν τῇ Φρυγίᾳ τῇ κεκαυμένῃ οὕτω καλουμένῃ. ἴσως γὰρ κατὰ θεοῦ κόσμῳ διὰ τὸ κεκαθῦσθαι τοὺς οἰκήτορας ἀπὸ τῆς διαστροφὴς τῆς τοιαύτης καὶ τοσαύτης πλάνης· πολλαὶ γὰρ αἱρέσεις ἐν τῷ χώρῳ. εἰσὶ δὲ καὶ ἐν μέρεσι τῆς Ἀσίας καὶ ἐν τῇ Ἰσαύρων καὶ Παμφύλων μέρος, ἀλλὰ καὶ ἐπὶ τῆς Ἀντιοχέων τῆς Συρίας, οὐ πάντῃ δέ, *ἡ τοιαύτη αἵρεσις. Φάσκουσι δὲ καὶ οὗτοι ἀρχάς τινας εἶναι τήν τε τοῦ διαβόλου <δύναμιν> ἀντικειμένην πρὸς τὰ τοῦ θεοῦ ποιήματα, [καὶ] μὴ ὐποτασσομένου θεῷ, ἀλλὰ ἰσχύοντος καὶ πράττοντος ὡς κατὰ ἰδίαν ἐξουσίαν καὶ οὐχ ὡς ἐν παρεκτροπῇ γενομένου· οὐ γὰρ κατὰ τὴν ἐκκλησίλαν έγουσιν, ἀλλὰ ἄλλως παρὰ τὸ τῆς ἀληθείας κήρυγμα. κέχρηνται δὲ γραφαῖς πρωτοτύπως ταῖς λεγομέναις Ἀνδρέου καὶ Ἰωάννου Πράξεσι καὶ Θωμᾶ καὶ ἀποκρύφοις τιςὶ καὶ οἷς βούλονται λόγοις τῆς παλαιᾶς διαθήκης. τὸν δὲ γάμον σαφῶς τοῦ διαβόλου ὁρίζονται· ἔμψυχα δὲ βδελύσσονται, ἀπαγορεύοντες οὐχ ἕνεκεν ἐγκρατείας οὔτε πολιτείας, ἀλλὰ κατὰ φόβον καὶ ἰνδαλμὸν τοῦ μὴ καταδικασθῆναι ἀπὸ τῆς τῶν ἐμψύχων μεταλήψεως. κέχρηνται δὲ καὶ αὐτοὶ μυστηρίοις δι᾿ ὕδατος· οἶνον δὲ ὅλως οὐ μεταλαμβάνουσι, φάσκοντες εἶναι διαβολικὸν καὶ τοὺς πίνοντας καὶ τοὺς χρωμένους ἀνόμους εἶναι παρὰ τοῖς οὕτω πεπλανημένοις τὰ πάντα μανίας ἔμπλεα. καὶ γὰρ ἔστιν ἰδεῖν καὶ θαυμάσαι καὶ εἰς ἔκπληξιν ἐλθεῖν τὸν συνετὸν ἄνθρωπον περὶ πάντων ὁριοῦν ὧν οἱ ἀλλότριοι λέγουσί τε καὶ πράττουσιν, ἀσυστάτως τῶν πάντων περ᾿ αὐτοῖς αὐτοῖς λεγομένων τε καὶ γινομένων καὶ μηδεμίαν ἔμφασιν ἀληθείας ἐπιδεχομένων.