Ancient Greek
1.1 to 1.3
Epiphanius, Panarion (Adversus haereses) 1.1-10-3
Not analysed yet
Νικόλαος γέγονεν εἷς ἀπὸ τῶν ἑπτὰ διακόνων τῶν ἐκλελεγμένων ὑπὸ τῶν ἀποστόλων ἅμα Στεφάνῳ τῷ ἁγίῳ καὶ πρωτομάρτυρι καὶ Προχόρῳ καὶ Παρμενᾷ καὶ τοῖς ἄλλοις. οὑτος ἀπὸ τῆς Ἀντιοχέων ὁρμώμενος προσήλυτος γίνεται· μετέπειτα δὲ καταδεξάμενος τὸν περὶ Χριστοῦ κηρύγματος λόγον καὶ αὐτὸς συνήφθη τοῖς μαθηταῖς ἔν τε τοῖς προκριτέοις τὰ πρῶτα ἐξεταζόμενος <ἠν>· ὅθεν καὶ ἐν τοῖς ἐκλεγεῖσιν εἰς τὴν τῶν χηρῶν τότε ἐπιμέλειαν ἐγκατηριθμήθη. ὕστερον δὲ τοῦτον ὑπέδυ ὁ διάβολος καὶ ἐξηπάτησεν αὐτοῦ τὴν καρδίαν τῇ αὐτῇ πλάνῃ τῶν προειρημένων παλαιῶν κατατρωθῆναι μειζόνως ὑπὲρ τοὺς πρώην.