Ancient Greek
Κατὰ Νικολαϊτῶν εݲ,, Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 1.4-4
Not analysed yet
γύναιον γὰρ οὑτος ἔχων εὔμορφον καὶ ἀπὸ τοῦ γυναίου ἐγκρατευσάμενος ὡς κατὰ μίμησιν ὼν ἑώρα θεῷ προσανεχόντων, μέχρι τινὸς ἐκαρτέρει, οὐ μὴν εἰς τέλος ἤνεγκε κρατεῖν τῆς αύτοῦ άκρασίας, ἀλλὰ βουληθεὶς ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέφειν προφάσεις τινὰς οὐκ ἀγαθὰς ἑαυτῷ θηρώμενος ἐπενόει πρὸς ἀπολογίαν τοῦ ἰδίου τῆς ἀκολασίας πάθους· ᾧ μᾶλλον συνέφερεν *. εἶτα τοῦ σκοποῦ ἐκπεσὼν τῇ ἰδίᾳ γυναικὶ συνήφθη άπεριέργως.