Ancient Greek
Κατὰ Καϊανῶν ιݲλݲ τῆς δὲ ἀκολουθίας λݲηݲ., Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 1.1-17
Not analysed yet
Καϊανοί τινες ὀνομάζονται ἀπὸ τοῦ Κάϊν εἰληφότες τὴν ἐπωνυμίαν τῆς αἱρέσεως. οὑτοι γὰρ τὸν Κάϊν ἐπαινοῦσι καὶ πατέρα ἑαυτῶν τοῦτον τάττουσι, καὶ αὐτοὶ ὡς εἰπεῖν ὡς ἀπὸ διαφορᾶς ἐπαναστάσεως κυμάτων ὁρμώμενοι, οὐκ ἔξω ὄντες τοῦ αὐτοῦ σάλου καὶ κλύδωνος, καὶ ὡς ἀπὸ ἀκανθώδους ὕλης προκύψαντες, οὐκ ἐκτὸς οντες παντὸς τοῦ σωροῦ τῶν ἀκανθῶν, εἰ καὶ διάφοροι τῷ ὀνόματί εἰσιν. ἀκανθῶν μὲν γὰρ γένη πολλά, ὅμως ἐν ἅπασι τὸ μοχθηρὸν τῆς κεντρώδους ἀδικίας ἔνεστιν.