Ancient Greek
1.2 to 1.6
Epiphanius, Panarion (Adversus haereses) 1.2-4-6
Not analysed yet
Οὑτοί φασι τὸν Κάϊν ἐκ τῆς ἰσχυροτέρας δυνάμεως ὑπάρχειν καὶ τῆς ἄνωθεν αὐθεντίας, ἀλλὰ καὶ τὸν Ἠσαῦ καὶ τοὺς περὶ Κορὲ καὶ τοὺς Σοδομίτας, τὸν δὲ Ἄβελ ἐκ τῆς ἀσθενεστέρας δυνάμεως εἶναι· *δὲ τούτους πάντας παρ᾿ αὐτοῖς ἐπαινετοὺς καὶ τῆς αὑτῶν συγγενείας. σεμνύνονται γὰρ συγγενεῖς εἶναι τοῦ Κάϊν καὶ τῶν Σοδομιτῶν καὶ Ἠσαῦ καὶ Κορέ. καὶ οὗτοι, φασίν, εἰσὶ τῆς τελείας καὶ ἄνωθεν γνώσεως. διὸ καὶ τὸν ποιητὴν τοῦ κόσμου τούτου φασὶ περὶ τὴν τούτων ἀνάλωσιν ἐσχολακότα μηδὲν δεδυνῆσθαι αὐτοὺς βλάψαι. ἐκρύβησαν γὰρ ἀπ᾿ αὐτοῦ καὶ μετεβλήθησαν εἰς τὸν ἄνω αἰῶνα, ὅθεν ἡ ἰσχυρὰ δύναμίς ἐστι. πρὸς ἑαυτὴν γὰρ ἡ Σοφία αὐτοὺς προσήκατο, ἰδίους αὐτῆς ὄντας. καὶ τούτου ἕνεκεν τὸν Ἰούδαν ἀκριβῶς τὰ περὶ τούτων ἐπεγνωκέναι λέγουσι. καὶ τοῦτον γὰρ θέλουσιν εἶναι συγγενῆ ἑαυτῶν καὶ ἐν γνώσεως ὑπερβολῇ τὸν αὐτὸν καταριθμοῦσιν, ὥστε καὶ συνταγμάτιόν τι φέρειν ἐξ ὀνόματος αὐτοῦ, ὃ εὐαγγέλιον τοῦ Ἰούδα καλοῦσι. καὶ ἄλλα τινὰ συγγράμματα ὡσαύτως πλάττον- ται κατὰ τῆς Ὑστέρας, ἣν Ὑστέραν τὸν ποιητὴν τοῦ παντὸς τούτου κύτους οὐρανοῦ τε καὶ γῆς καλοῦσι, καὶ μὴ δύνασθαί φασι ἄλλως σωθήσεσθαί τινας, ἐὰν μὴ διὰ πάντων χωρήσωσιν, ὡς καὶ ὁ Καρποκράτης λέγει.