Ancient Greek
1.1 to 1.7
Epiphanius, Panarion (Adversus haereses) 1.1-22-7
Not analysed yet
1. Τοῦτον τὸν προειρημένον Λουκιανὸν διαδέχεται Ἀπελλῆς, οὐχ ὁ ἅγιος ἐκεῖνος ὁ ὑπὸ τοῦ ἁγίου ἀποστόλου συνιστώμενος, ἀλλ’ ἕτερος ἐξ οὗπερ Ἀπελληϊανοί, ὢν καὶ αὐτὸς συσχολαστὴς αὐτοῦ Λουκιανοῦ καὶ μαθητὴς τοῦ προειρημένου Μαρκίωνος, ὡς ἐκ μιᾶς ῥίζης πολλῶν ἀκανθῶν ὑλομανήσασαι παραφυάδες. ἕτερα δὲ οὗτος παρὰ τοῦς ἄλλους βούλεται δογματίζειν καὶ κατὰ μὲν τοῦ ἑαυτοῦ διδασκάλου ὁπλιςάμενος ἑαυτὸν καὶ κατὰ τῆς ἀληθεῖας, εἰς τὸ συναγείρειν ἑαυτῷ καὶ αὐτὸς σχολὴν πεπλανημένων ἀνθρώπων, τὰ τοιαῦτα βούλεται δογματίζειν, φάσκων μὲν ὅτι οὐχ οὕτως, φηςί, γεγένηται, ἀλλὰ πεπλάνηται Μαρκίων, ἵνα πανταχόθεν ἑαυτῆν ἐλέγχουςά τε ἡ ἄνοια καὶ ἡ ἀνομία ἐν ἑαυτῇ συντριβομένη φανήσεται καὶ καθ’ ἑαυτῆς τὴν ἀνατροπὴν ἐπεγείρουσα, τῆς ἀληθίας ἀεὶ ἑδραίας οὔσης καὶ μὴ χρείαν ἐχούσης βοηθείας, ἀλλὰ αὐτοσυστάτου οὔσης καὶ παρὰ θεῷ τῷ ὄντως <ὄντι> ἀεὶ συνιστωμένης. φάσκει γοῦν οὗτος ὁ προειρημένος Ἀπελλῆς καὶ οἱ ἀπ’ αὐτοῦ ὅτι οὐκ εἰσὶ τρεὶς ἀρχαὶ οὔτε δύο, ὡς τοῖς περὶ Λουκιανὸν καὶ Μαρκίωνα ἔδοξεν, ἀλλά, φηςίν, εἷς ἐστιν ἀγαθὸς θεὸς καὶ μία ἀρχὴ καὶ μία δύναμις ἀκατονόμαστος· ᾧ ἑνὶ θεῷ ἤγουν μιᾷ ἀρχῇ οὐδὲν μεμέ- ληται τῶν ἐνταῦθα ἐν τῷ κόσμῳ τού τῳ γεγενημένων, ἀλλὰ ὁ αὐτὸς ἅγιος ἄνωθεν θεὸς καὶ ἀγαθὸς ἐποίησεν ἕνα ἄλλον θεόν· ὁ δὲ γενόμενος ἄλλος θεὸς ἔκτισε τὰ πάντα, οὐρανὸν καὶ γῆν καὶ πάντα τὰ ἐν τῷ κόσμῳ. ἐπέβη δὲ οὐκ ἀγαθὸς καὶ τὰ ὑπ’ αὐτοῦ γενόμενα, φηςίν, οὐκ ἀγαθῶς εἰργσαμένα, ἀλλὰ κατὰ τὴν αὐτοῦ φαύλην διάνοιαν τὰ ὑπ’ αὐτοῦ *ἔκτισται. Τίς δὲ ἀνέξεται τῶν τοιούτων λόγων καὶ οὐ μᾶλλον καταγελάσειε τῆς τοιαύτης ματαιοπονίας; κατὰ γὰρ δύο τρόπους εὑπερήσεται οὐχ ἁρμοδίως πράττων, χρώμενος τῇ τοιαύτῃ ὑπονόᾳ.