Ancient Greek
1.8 to 1.9
Epiphanius, Panarion (Adversus haereses) 1.8-6-9
Not analysed yet
καὶ διὰ τοῦτο πρὸς αὐτὸν ὡς πρὸς παρόντα ἐρῶ· λέγε μοι, ὦ οὗτος. δώσεις γάρ, ὦ Ἀπελλῆ, ἢ τὸν θεὸν ἄγνωστον τῶν μελλόντων πεποιηκότα θεὸν ὃν φάσκεις τὰ ποιήματα κακῶς δεδημιουργηκέναι, ἢ προγινώσκοντα μὲν ὅτι τοιοῦτος ὁ ὑπ’ αὐτοῦ κτιζόμενος θεὸς ἀποβήσεται, τούτου χάριν αὐτὸν πεποιηκέναι, ἵνα μὴ αἴτιος γένηται τῶν κακῶς ὑπ’ αὐτοῦ δεδημιουργημένων. καὶ ἔσται ἐξ ἅπαντος ὁ ἄνω θεὸς αὐτὸς δημιουργός, ποιήσας τὸν ἕνα τὸν τὰ πάντα πεποιηκότα, καὶ ἔσται οὐκέτι αἴτιος ὁ τὰς κτίσεις πεποιηκώς, ἀλλὰ ὁ ἄνω θεὸς ὁ τὸν κτιστὴν ποιήσας καὶ ὢν αὐτὸς τῶν πάντων δημιουργός.