Ancient Greek
1.1 to 1.8
Epiphanius, Panarion (Adversus haereses) 1.1-26-8
Not analysed yet
Μελχισεδεκιανοὺς πάλιν ἕτεροι ἑαυτοὺς καλοῦσιν, ἀποσπασθέντες τάχα ἀπὸ τῶν Θεοδοτιανῶν καλουμένων. οὖτοι τὸν Μελχισεδὲκ τὸν ἐν ταῖς γραφαῖς λεγόμενον δοξάζουσι, μεγάλην τινὰ δύναμιν ἡγούμενοι. εἶναι δὲ αὐτὸν ἄνων ἐν ἀκατονομάστοις τόποις καὶ <ἀληθ>ῶς εἶναι τοῦτον οὐ μόνον δύναμίν τινα, ἀλλὰ καὶ μειζότερον τοῦ Χριστοῦ τῇ ἑαυτῶν πλάνῃ φάσκουσι. ΧΡιστὸν δὲ ἡγοῦνται ἁπλῶς ἐληλυθότα καὶ καταξιωθέντα τῆς ἐκείνου τάξεως, δῆθεν ἐκ τοῦ ῥητοῦ τοῦ εἰρημένου »σὺ εἶ ἑρεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ«· ὡς εἶναι αὐτόν, φησίν, ὑποδεέστερον τοῦ Μελχισεδέκ. εἰ μὴ γὰρ ἦν ἐν δευτέρᾳ τινὶ εἰσαγωγῇ κείμενος, οὐκαν τῆς ἐκείνου τάξεως ἐπεδέετο. περὶ είσαγωγῇ κείμενος, οὐκ ἂν τῆς ἐκείνου τάξεως ἐπεδέετο. Περὶ αὐτοῦ δὲ τοῦ Μελχισεδέκ φασιν ὅτι »ἀμήτωρ, ἀπάτωρ, ἀγενεαλόγητος« <ἐγένετο>, ἐκ τῆς πρὸ Ἑβραίους τοῦ ἁγίου Παύλου ἐπιστολῆς παριστᾶν βουλόμενοι. πλάττουσι δὲ ἑαυτοῖς καὶ βίβλους ἐπιπλάστους, ἱαυτοὺς ἀπατῶντες. Ἐξ αὐτῶν δὲ τῶν ῥητῶν ἡ αὐτῶν ἀνατροπὴ γίνεται. ὡς γὰρ λέγει περὶ τοῦ κυρίου ὁ Δαυὶδ προφητεύων, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερέα αὐτὸν καθίστασθαικ, ἐν ταὐτῷ ἔσεσθαι τὸν Χριστὸν ἱερέα διηγεῖται ἡ θεία γραφή. εὑρίσκεται δὲ εὑθὺς λέγων *»ἀφομοιούμενος τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές«. εἰ δὲ ἀφομοιοῦται τῷ υἱῷ τοῦ θεοῦ, οὐκ ἴσος τυγχάνει τῷ υἱῷ τοῦ θεοῦ. πῶς γὰρ δύναται τὸ δοῦλον εἶναι ἴσον τῷ δεσπότῃ; ὁ μὲν γὰρ Μελχισεδὲκ ἄνθρωπος ἦν, τὸ δέ »᾿απάτωρ, ἀμήτωρ« οὐ διὰ τὸ μὴ ἔχειν αὐτὸν πατέρα ἢ μητέρα λέγεται, ἀλλὰ διὰ τὸ μὴ ἐν τῇ θείᾳ γραφῇ