Ancient Greek
Κατὰ μελχισεδεκιανῶν λε, τῆς δὲ άκολουθίας νݲεݲ., Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 1.9-6
Not analysed yet
κατὰ τὸ φανερώτατον ἐπωνομάσθαι. πολλοὺς γὰρ ἐφαντασίασε τὰ βαθύτατα τῆς θείας γραφῆς καὶ ἔνδοξα καὶ ὑπεραίροντα διάνοιαν ἀνθρωπίνης φύσεως. οἱ μὲν γὰρ ἐν τῇ Πέτρᾳ τῆς Ἀραβίας, τῇ Ῥοκόμ τε καὶ Ἐδὼμ καλουμένῃ, τὸν Μωυσέα διὰ τὰ θεοσήμεια θαυμάζοντες προσκυνεῖν τὴν αὐτοῦ ποτε εἰκόνα ἀνατυπωσάμενοι †προσεκύνουν πεπλανημένοι, οὐ τοῦ δικαίου αἰτίου αὐτοῖς γενομένου, ἀλλὰ τῆς πλάνης αὐτῶν διὰ τοῦ δικαίου ἐν τῇ ἀγνοίᾳ φαντασίαν πράγματος αὐτοῖς συναγούσης.