Ancient Greek
1.1 to 1.2
Epiphanius, Panarion (Adversus haereses) 1.1-4-2
Not analysed yet
Ἑξῆς δὲ ἐπιβαλοῦμαι διηγεῖσθαι τὰ κατὰ τὴν αἵρεσιν τὴν μετὰ τοὺς Ἡμεροβαπτιστὰς καλουμένην τῶν Νασαραίων, οἵτινες Ἰουδαῖοί εἰσι τὸ γένος, ἀπὸ τῆς Γαλααδίτιδος καὶ Βασανίτιδος καὶ τῶν ἐπέκεινα τοῦ Ἰορδάνου ὁρμώμενοι, ὡς ὁ εἰς ἡμᾶς ἐλθὼν παριέχει λόγος, ἐξ αὐτοῦ δὲ τοῦ Ἰσραὴλ οὖσα, ἥτις τὰ πάντα ἰουδάϊζεν, μηδὲν περαιτέρω φρονοῦσα σχεδὸν τῶν προειρημένων. περιτομὴν γὰρ ὡσαύτως ἐκέκτητο, σάββατον τὸ αὐτὸ ἐφύλαττεν, ἑορταῖς ταῖς αὐταῖς προσανεῖχεν, οὐ μὴν εἱμαρμένην παρεισῆγεν οὔτε ἀστρονομίαν.