Ancient Greek
2.3 to 2.5
Epiphanius, Panarion (Adversus haereses) 2.3-2-5
Not analysed yet
καὶ εἰ ὅλως οὐκ ἀπέχονται τοῦ ἁμαρτάνειν, νομίζοντες ὅτι τὸ ὕδωρ καθαρίσει τοὺς ἐνδελεχῶς καθ’ ἑκάστην ἁμαρτάνοντας, μάταιος αὐτῶν ἡ ὑπόνοια καὶ τὸ ἐπιτήδευμα φροῦδον καὶ ἕωλον. οὔτε γὰρ Ὠκεανὸς οὔτε πάντα τὰ ῥεῖθρα καὶ πελάγῃ, ποταμοί τε ἀένναοι καὶ πηγαὶ πᾶσά τε ἡ ὀμβροτόκος φύσις συνελθοῦσαι δύνανται ἁμαρτήματα ἀφανίσαι, ἐπειδήπερ οὐ κατὰ λόγον οὐδὲ ἐκ προστάγματος θεοῦ γίνεται· μετάνοια γὰρ καθαρίζει καὶ τὸ ἓν βάπτισμα διὰ τῆς τῶν μυστηρίων ὀνομασίας. παρελεύσομαι δὲ καὶ ταύτην, αὐτάρκως ἡγησάμενος τὸ ἐν ὀλίγῳ τὸ] ἀλέξημα τῆς αὐτῶν φρενοβλαβείας ὑποδείξας, ὡς ἐνταῦθα τοῖς ἐντυγχάνουσι συντέτακται.