Ancient Greek
Haeresis 1, Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 1.1.1
Not analysed yet
<A. >Καὶ γὰρ ἀπ᾿ ἀρχῆς Ἀδὰμ τῇ ἕκτῃ ἡμέρᾳ πλασθεὶς ἀπὸ γῆς καὶ λαβὼν τὸ ἐμφύσημα ἐζωογονήθη οὐ γάρ, ὥς τινες οἴονται, ἀπὸ πέμπτης ἤρξατο καὶ τῇ ἕκτῃ ἐτελειώθη· ἔσφαλται γὰρ ἡ τῶν λεγόντων τοῦτο διάνοια), ἁπλοῦς τε ἦν καὶ ἄκακος, οὐκ ὄνομά τι κεκτημένος ἕτερον, οὐ δόξης οὐ γνώμης οὐ βίου διακρίσεως ἐπίκλησιν κεκτημένος <ἀλλ’> ἢ Ἀδὰμ μόνον κληθείς, τὸ ἑρμηνευόμενον τούτῳ πλάττεται ἐξ αὐτοῦ γυνὴ ὁμοία αὐτῷ,