Ancient Greek
2.3.4 to 2.3.5
Epiphanius, Panarion (Adversus haereses) 2.3.4-5
Not analysed yet
οὕτω καὶ ἡμῖν τὸ πόνημα διὰ τὴν τῶν προειρημένων ἀποτροπὴν καὶ ὑμῶν, ποθεινότατοι, *εἰς τὸ ἀποκαλύψαι τῶν δεινῶν ἑρπετῶν καὶ θηρίων μορφάς τε καὶ ἰοὺς καὶ δήγματα ὀλετήρια. πρὸς ἀντίθεσιν δὲ τούτων ὅσαπερ δυνάμεθα ἐν συντόμῳ εἴ που ἓν ἢ δύο ῥήματα εἰς τὸ ἀνακρούσασθαι μὲν αὐτῶν τὸν ἰόν, οῶσαι δὲ τὸν βουλόμενον *μετὰ τὸν κύριον καὶ καθ’ ἑκουσίαν γνώμην καὶ ἀκουσίαν εἰς τὰ αὐτὰ ἑρπετώδη τῶν αἱρέσεων διδάγματα παραπεπτωκότα ἀντιδότων δίκην παραθησόμεθα.