Ancient Greek
1.10 to 1.12
Epiphanius, Panarion (Adversus haereses) 1.10-12
Not analysed yet
ἔδει γὰρ τὸν ὄντως ὄντα τεχνίτην κεραμέως δίκην ἐπιμελόμενον τοῦ ἰδίου διὰ χειρῶν πεπλασμένου αὐτοῦ πλάσματός τε καὶ ἄγγους, τοῦτο ὕστερον ἐν ἐλαττώματι γεγονὸς διὰ τῆς παρακοῆς καὶ ὡς εἰπεῖν, ἔτι πηλοῦ ὄντος καὶ ὡς ὑπὸ ῥαγάδος ἀπόρριμμα γεγονότος τοῦ ἄΠους, μὴ ἐᾶσαι οὕτως ἀλλὰ μεταβαλεῖν εἰς τὸ ἀρχαῖον φύραμα, ἵνα αὖθις ἐν τῇ παλιγγενεσίᾳ ἀνασκευάσῃ τὸ ἄγγος ἐν τῇ ἀναστάσει εἰς τὴν ἀρχαίαν φαιδροτητα καὶ ἔτι περιττότερον, τουτέστιν *τὰ σώματα τῶν τὰ ἀδικώτατα πραξάντων καὶ μετανοησάντων καὶ ἀποστάντων τῶν ἰδίων σφαλμάτων καὶ ἐν τῇ γνώσει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τελειωθέντων, ἵνα γένηται τοῦ σώματος ἡ ἀνάστασις ἐκ τῆς γῆς, ὡς τὸ φύραμα μαλαχθὲν παρὰ τοῦ τεχνίτου καὶ] αὖθις εἰς τὴν ἀρχαίαν καὶ ἔτι βελτίω ἀνατύπωσιν κατασκευάζ3ται.