Ancient Greek
2.1 to 2.3
Epiphanius, Panarion (Adversus haereses) 2.1-13-3
Not analysed yet
2. Τοιαύτη μὲν ἦν ἡ ἐπιβουλὴ τοῦ ὄφεως πρὸς τὴν Εὔαν. ἐξ ἀρχῆς γὰρ λίχνος ἡ ἀνθρωπεία φύοις καὶ ὑπαγομένη ἀεὶ τοῖς τῆς κενοφωνίας δόγμασι καὶ κεναῖς ὑποσχέσεσι. καὶ πάλαι μὲν κρυπταζόμενος ὁ αὐτὸς οὐκ ἐδήλου τῆς αὐτοῦ ἰοβολίας τὸ πέρας, ὕστερον δὲ μετὰ τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν ἐξήμεσέν τε καὶ ἀπέπτυσε τὴν πᾶσαν αὐτοῦ ἰώδη καὶ μοχθηρὰν ἐπίνοιαν τῆς κακονοίας· οὑτος γὰρ προεβάλετο ἑαυτὸν ἐν τῇ τῶν ἠπατημένων διανοίᾳ δοξάζεσθαι ὡς θεὸς καὶ προσκυνεῖσθαι. γινώσκεται δὲ ὁ αὐτὸς ὄφις διά τε τῆς αὐτοῦ σχολῆς ταύτης καὶ δί ὄφεως τοῦ αἰσθητοῦ τὴν ἀπάτην ἐμποιῶν. ὄφιν δὲ δῆθεν ἡ θεία γραφὴ καλεῖ τὸν διάβολον, οὐ πάντως ὄντα τοιοῦτον τῇ μορφῇ, ἀλλὰ διὰ τὸ φαίνεσθαι τοῖς ἀνθρώποις σκολιώτατον καὶ τὸ ἐν πρώτοις ἐν ὄφει ἐνεργηθὲν τῆς ἀπάτης σκευώρημα.