Ancient Greek
1.11 to 1.12
Epiphanius, Panarion (Adversus haereses) 1.11-2-12
Not analysed yet
ὄτε γὰρ ἐρωτώμενος ἀπὸ τοῦ πρεσβυτερίου ἔφη ἔνα θεὸν δοξάζειν, ἤκουε παρ᾿ αὐτῶν φιλαλήδως ὄτι ἐνα θεὸν δοξάζομεν καὶ αὐτοί, ἀλλ᾿ ὡς οἴ δαμεν δικαίως δοξάζειν· καὶ ἔνα Χριστὸν ἔχομεν, ἀλλ᾿ ὡς οἴδαμεν ἔνα Χριστόν, υἱὸν θεοῦ, παθόντα καθὼς ἔπαθεν, ἀποθανόντα καθὼς ἀπέθανεν, ἀναστάντα, ἀνελθόντα εἰς τὸν οὐρανὀν, ὄντα ἐν δεξιᾷ τοῦ πατρός, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. ταῦτα λέγομεν μεμαθηκότες ἀπὸ τῶν θείων γραφῶν, ἄ καὶ ἐπιστάμεθα.