Ancient Greek
2.1 to 2.4
Epiphanius, Panarion (Adversus haereses) 2.1-25-4
Not analysed yet
2. Ἐκ τούτου οὖν Νοντιανοὶ ἀπόσπασμα ὄντες αὐτοῦ καὶ οἱ ἐξ αὐτῶν τουτὶ τὸ δόγμα δοξάξουσιν, ἐκ τῶν ῥητῶν τούτων πειρώμενοι συνιστᾶν τὴν κατ᾿ αὐτοὺς ἐμμανῆ διδασκαλίαν. ἀφ᾿ ὦν εἶπεν ὁ θεὸς πρὸς Μωυσῆν »ἐγὼ θεὸς τῶν πατέρων ὑμῶμν· ἐγὼ |πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα· οὐκ ἔσονταί σοι θεοὶ ἔτεροι« καὶ τὰ ἑξῆς. ἔλεγον οὖν· ἡμεῖς τοίνυν αὐτὸν οἴδαμεν μόνον. εἰ τοίνυν ἐλθὼν Χριστὸς ἐγεννήθη, αὐτός ἐστι πατήρ, αὐτὸς υἱός· ἄρα <ὁ> αὐτός ἐστι θεὸς ὁ ἀεὶ <ὤν> καὶ νῦν ἐλθών· ὡς λέγει ἡ γραφή »οὖτος ὁ θεός σου, οὐ λογισθήσεται ἔτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἴδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ᾿ αὐτοῦ· μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη«. ὁρᾷς,φησί, πάλιν πῶς ἡ θεία γραφὴ ἡμᾶς συνετίζει, τοῦ μὴ ἄλλον καὶ ὄλλον θεὸν ἡγεῖσθαι, φάσκοῦσα ὄτι αὐτὸς θεός ἐστι <ὁ> μόνος ὤν καὶ αὐτὸς ὔστερον ὀφθείς;