Ancient Greek
Κατὰ Κολορβασίων ιε, τῆς δὲ ἀκολουθίας λݲεݲ., Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 1.3-3
Not analysed yet
λέγει γὰρ τὴν πρώτην ὀγδοάδα οὐ καθ’ ὑπόβασιν ἄλλον ὑπὸ ἄλλου Αἰῶνα προβεβλῆσθαι, ἀλλ᾿ ὁμοῦ καὶ εἰς ἅπαξ τὴν τῶν ἓξ Αἰώνων προβολὴν ὑπὸ τοῦ Προπάτορος καὶ τῆς Ἐννοίας αὐτοῦ τετέχθαι, ὡς αὐτὸς μαιωσάμενος, διαβεβαιοῦται. καὶ οὐκέτι ἐκ Λόγου καὶ Ζωῆς Ἄνθρωπον καὶ Ἐκκλησίαν, ὡς οἱ ἄλλοι, ἀλλ᾿ ἐξ Ἀνθρώπου καὶ Ἐκκλησίας Λόγον καὶ Ζωήν φασι τετέχθαι αὐτὸς καὶ οἱ αὐτοῦ.