Ancient Greek
Κατὰ Κολορβασίων ιε, τῆς δὲ ἀκολουθίας λݲεݲ., Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 1.4-5
Not analysed yet
ἀλλὰ καὶ ἑτέρῳ τρόπῳ τοῦτο λέγουσιν, ὅτι ὅτε ἐνενοήθη προβαλεῖν ὁ Προπάτωρ, τοῦτο Πατὴρ ἐκλήθη· ἐπειδὴ δὲ ὃ προεβάλετο ἀλήθεια ἦι, τοῦτο Ἀλήθεια ὠνομάσθη. ὅτε δὲ ἠθέλησεν ἑαυτὸν επιδεῖξαι, τοῦτο Ἄνθρωπος ἐλέχθη. οὓς δὲ προελογίσατο ὅτε προέβαλεν, τοῦτο Ἐκκλησία ὠνομάσθη· †καὶ ὁ Ἄνθρωπος τὸν Λόγον· οὗτός ἐστιν ὁ πρωτότοκος υἱός. ἐπακολουθεῖ δὲ τῷ Λόγῳ καὶ ἡ Ζωή. καὶ οὕτως πρώτη ὀγδοὰς συνετελέσθη.