Ancient Greek
Κατὰ Νικολαϊτῶν εݲ,, Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 1.6
Not analysed yet
ἐκ προφάσεως γὰρ εἰς πρόφασιν μετηνέχθη ἑτέραν. ὁρῶν γὰρ τὴν ἑαυτοῦ σύμβιον κάλλει μὲν διαπρέπουσαν ταπεινότητι δὲ φερομένην, ἐζηλοτύπησε ταύτην καὶ κατὰ τὴν ἰδίαν ἀσέλγειαν τοὺς ἄλλους εἶναι νομίσας τὰ πρῶτα μὲν ἐμπαροινῶν εἰς τὴν ἰδίαν γαμετὴν διετέλει καὶ διαβολάς τινας αύτῇ ἐπιφέρων διὰ λόγων, τὸ δὲ πέρας ἑαυτὸν κατέσπασεν οὐ μόνον εἰς τὴν χρῆσιν τῆς σαρκὸς τὴν κατὰ φύσιν τῶν ἀνθρώπων, ἀλλὰ καὶ εἰς βλάσφημον ὑπόνοιαν καὶ βλάβην κακοτροπίας καὶ πλάνην παρεισδύσεως πονηρίας.