Ancient Greek
Κατὰ Νικολαϊτῶν εݲ,, Chapter 2
Epiphanius, Panarion (Adversus haereses) 2-12
Not analysed yet
2. Καὶ ἐντεῦθεν ἄρχονται οἱ τῆς ψευδωνύμου γνώσεως . *τῷ κόσμῳ ἐπιφύεσθαι κακῶς, φημὶ δὲ οἱ καλούμενοι Γνωστικοὶ καὶ Φιβιωνῖται καὶ οἱ τοῦ Ἐπιφάνους καλούμενοι, Στρατιωτικοί τε καὶ Λευιτικοὶ καὶ Βορβορῖται καὶ οἱ λοιποί. ἕκαστος γὰρ τούτων τὴν ἑαυτοῦ αἵρεσιν τοῖς πάθεσιν ἐαυτοῦ ἐπισπώμενος μυρίας ὁδοὺς ἔπενόησε κακίας. τινὲς μὲν γὰρ αὐτῶν βαρβηλώ τινα δοξάζουσιν, ἣν ἄνω φάσκουσιν εἶναι ἐν ὀγδόῳ οὐρανῷ, καὶ ταύτην ἀπὸ τοῦ πατρὸς προβεβλῆσθαί φασιν· μητέρα δὲ αὐτὴν εἶναι οἱ μὲν τοῦ Ἰαλδαβαὼθ λέγουσιν, οἱ δὲ τοῦ Σαβαώθ. τὸν δὲ υἱὸν ταύτης κεκρατηκέναι τοῦ ἑβδόμου οὐρανοῦ ἐν θράσει τινὶ καὶ ἐν τυραννίδι, λέγειν δὲ τοῖς ὑποκάτω ὅτι »ἐγώ εἰμι, φησίν, ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν ἕτερος θεός«. τὴν δὲ Βαρβηλὼ ἀκηκοέναι τὸν λόγον τοῦτον καὶ κλαῦσαι. ταύτην δὲ ἀεὶ φαίνεσθαι τοῖς ἄρχουσιν ἐν εὐμορφίᾳ τινὶ καὶ ἀποσυλᾶν τὸ ἐξ αὐτῶν σπέρμα δι' ἡδονῆς καὶ ἐκχύσεως, ἵνα δῆθεν τὴν αὐτῆς δύναμιν τὴν εἰς διαφόρους σπαρεῖσαν αὖθις πάλιν ἀνακομίζῃ. καὶ οὕτως ἐκ τοιαύτης ὑποθέσεως τὸ τῆς αὐτοῦ αἰσχρολογίας μυστήριον τῷ κόσμῳ ὑπεισήνεγκε. καί τινες ὡς ἔφην τῶν προειρημένων διὰ πολλῆς κακομηχανίας ἃ μὴ θέμις λέγειν πως ἐν πολυμιξίᾳ γυναικῶν καὶ ἐν αἰσχροποιίαις ἀνηκέστοις ἀναστρέφεσθαι ἐδίδαξαν, ὡς καί που ὁ ἁγιώτατος ἀπόστολός φησι »τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν«.