Ancient Greek
Κατὰ Μαρκιωνιστῶν κβ, τῆς δὲ ἀκολουθίας μβ., Chapter 10
Epiphanius, Panarion (Adversus haereses) 10.2
Not analysed yet
ἀπὸ ἐτῶν ἱκανῶν, ἀνερευνῶν τὴν τούτου τοῦ Μαρκίωνος ἐπινενοημένην ψευδηγορίαν καὶ ληρώδη διδασκαλίαν, αὐτὰς δὴ τὰς τοῦ προειρημένου βίβλους ἃς †κέκτηται μετὰ χεῖρας λαβών, τό τε παρ᾿ αὐτῷ λεγόμενον εὐαγγέλιον καὶ <τὸ> ἀποστολικὸν καλούμενον παρ᾿ αὐτῷ ἐξανθισάμενος καὶ ἀναλεξάμενος καθ᾿ εἱρμὸν ἀπὸ τῶν προειρημένων δύο βιβλίων τὰ ἐλέγξαι αὐτὸν δυνάμενα, ἐδάφιόν τι συντάξεως ἐποιησάμην, ἀκολούθως τάξας κεφάλαια καὶ ἐπιγράψας ἑκάστῃ ῥήσει αݲ βݲ γݲ.