Ancient Greek
10.3 to 10.8
Epiphanius, Panarion (Adversus haereses) 10.3-8
Not analysed yet
καὶ οὕτως ἕως τέλους διεξῆλθον, ἐν οἷς φαίνεται ἠλιθίως καθ᾿ ἑαυτοῦ ἔτι ταύτας τὰς παραμεινάσας τοῦ τε σωτῆρος καὶ τοῦ ἀποστόλου λέξεις φυλάττων. αἱ μὲν γὰρ αὐτῶν παρηλλαγμένως ὑπ᾿ αὐτοῦ ἐρρᾳδιουργήθησαν καὶ ὡς οὐκ εἶχεν τοῦ κατὰ Λουκᾶν εὐαγγελίου τὸ ἀντίγραφον οὔτε ἡ τοῦ ἀποστολικοῦ χαρακτῆρος ἔμφασις· ἄλλα δὲ φύσει ὡς ἔχει καὶ τὸ εὐαγγέλιον καὶ ὁ ἀπόστολος, μὴ ἀλλαγέντα ὑπ᾿ αὐτοῦ, δυνάμενα δὲ αὐτὸν διελέγχειν, δι᾿ ὧν δείκνυται <ἡ> παλαιὰ διαθήκη συμφωνοῦσα πρὸς τὴν νέαν καὶ ἡ καινὴ πρὸς τὴν παλαιὰν διαθήκην· ἄλλαι δὲ πάλιν λέξεις τῶν αὐτὼν βιβλίων ὑποφαίνουσαι Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι καὶ ἐν ἡμῖν τελείως ἐνηνθρωπηκέναι· ἀλλὰ καὶ ἄλλαι πάλιν ὁμολογοῦσαι τὴν τῶν νεκρῶν ἀνάστασιν καὶ τὸν θεὸν ἕνα ὄντα κύριον πάντων παντοκράτορα, αὐτὸν ποιητὴν οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ἐπὶ τῆς γῆς γενομένων, καὶ οὔτε παραχαράσσουσαι τοῦ εὐαγγελίου τὴν κλῆσιν οὔτε μὴν ἀρνούμεναι τὸν ποιητὴν καὶ δημιουργὸν τῶν πάντων, ἀλλὰ δηλοῦσαι τὸν σαφῶς ὡμολογημένον ὑπὸ τοῦ χαρακτῆρος τοῦ ἀποστολικοῦ καὶ τοῦ εὐαγγελικοῦ κηρύγματος. καὶ ἔστιν τὰ ἡμῖν πεπραγματευμένα ἐν ὑποκειμένοις παρατιθέμενα, ἅτινά ἐστι τάδε· Προοίμιον τῆς περὶ τῶν Μαρκίωνος βιβλίων ὑποθέσεώς τε καὶ ἐλέγχου.