Ancient Greek
10.8 to 10.9
Epiphanius, Panarion (Adversus haereses) 10.8-9
Not analysed yet
θρύλλος δὲ πολὺς ἠκολούθησεν ἐν τῇ πόλει λεγόντων Ἰώσηπος Ἰώσηπος τὰ γαζοφυλάκια ἀνοίξας καὶ εὑρὼν γεγραμμένον τὸ ὄνομα τοῦ θεοῦ καὶ ἀναγνούς, σημεῖα μεγάλα ἐργάζεται. ἦν δὲ ἀληθὲς τὸ ὑπ᾿ αὐτῶν λεγόμενον, οὐχ ὡς δὲ αὐτοὶ ὑπενόουν. ἔτι δὲ ἐπέμενεν ὁ Ἰώσηπος σκληρυνόμενος τῇ καρδίᾳ. ἀλλὰ ὁ φιλάνθρωπος θεός, προφάσεις ἀεὶ ἐνεργῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἀγαθάς, ταύτας παρέχει τοῖς εἰς ζωὴν καταξιουμένοις ἀνθρώποις.