Ancient Greek
11.1 to 11.3
Epiphanius, Panarion (Adversus haereses) 11.1-2-3
Not analysed yet
11. Συμβέβηκε γὰρ αὐτῷ τῷ Ἰωσήπῳ μετὰ τὸ ἁδρυνθῆναι Ἰούδαν τὸν πατριάρχην, ὃν προείπαμεν τάχα γὰρ οὕτως ἐλέγετο), ἀμοιβῆς ἕνεκα γέρας τῷ Ἰωσήπῳ τῆς ἀποστολῆς δοῦναι τὴν ἐπικαρπίαν. καὶ μετ’ ἐπιστολῶν οὑτος ἀποστέλλεται εἰς τὴν Κιλίκων· ὃς ἀνελθὼν ἐκεῖσε ἀπὸ ἑκάστης πόλεως τῆς Κιλικάς τὰ ἐπιδέκατα |καὶ τὰς ἀπαρχὰς παρὰ τῶν ἐν τῇ ἐπαρχίᾳ Ἰουδαίων εἰσέπραττεν. ἐν τούτῳ δὲ τῷ καιρῷ κατάγεται πλησιαίτερον τῆς ἐκκλησίας, οὐκ οἶδ᾿ εἰπεῖν ἐν ποίᾳ πόλει. φιλ<ι>οῦται δὲ τῷ ἐκεῖσε ἐπισκόπῳ, †ὃς ᾔτησε παρ᾿ αὐτοῦ τὰ εὐαγγέλια καὶ ἀνέγνω.