Ancient Greek
11.1 to 11.3
Epiphanius, Panarion (Adversus haereses) 11.1-3-3
Not analysed yet
11. Τὸν μὲν οὖν Προπάτορα αὐτῶν γινώσκισθθαι μδνῳ λέγουσι τῷ ἐξ αὐτοῦ γεγονότι Μονογενεῖ τουτέστιν τῷ Νῷ, τοῖς δὲ λοιποῖς πᾶσιν ἀόρατον καὶ ἀκατάληπον ὑπάρχειν. μόνος Γε ὁ Νοῦς κατ᾿ αὐτοὺς ἐτέρπετο θεωρῶν τὸν Πατέρα καὶ τὸ μέγεθος τὸ ἀμέτρητον αὐτοῦ κατανοῶν ἠγάλλετο. καὶ διενοεῖτο καὶ τοῖς λοιποῖς Αἰῶσιν ἀνακοινώσασθαι τὸ μέγεθος τοῦ Πατρός, ἡλίκος τε καὶ ὅσος ὑπῆρχεν, καὶ ὡς ἦν ἄναρχός τε καὶ ἀχώρητος καὶ οὐ καταληπτὸς ἰδεῖν· κατέσχεν δὲ αὐτὸν ἡ Σιγὴ βουζητήσεως τοῦ προειρημένου Προπάτορος αὐτῶν ἀναγαγεῖν. καὶ οἱ μὲν λοιποὶ ὁμοίως Αἰῶνες ἡσυχῆ πως ἐπεπόθουν τὸν προβολέα τοῦ σπέρματος αὐτῶν ἰδεῖν καὶ τὴν ἄναρχον ῥίζαν ἱστορῆσαι.