Ancient Greek
Κατὰ Οὐαλεντίνων τῶν καὶ ΓνωστιΚῶν ݲ, τῆς δὲ ἀκολουθίας λα., Chapter 11
Epiphanius, Panarion (Adversus haereses) 11.4-3
Not analysed yet
προήλατο δὲ ὁ πολὺ τελευταῖος καὶ νεώτατος τῆς δωδεκάδος τῆς ὑπὸ τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας προβεβλημένης Αἰὼν τουτέστιν ἡ Σοφία καὶ ἔπαθε πάθος ἄνευ τῆς ἐπιπλοκῆς τοῦ Ε; ζύγου τοῦ Θελητοῦ, ὅ ἐνήρξατο μὲν ἐν τοῖς περὶ τὸν Νοῦν καὶ τὴν Ἀληθειαν ἀπέσκηψε δὲ εἰς τοῦτον τὸν παρατραπέντα, προφάσει μὲν ἀγάπης †τόλμης δὲ, διὰ τὸ μὴ κεκοινωνῆσθαι τῷ Πατρὶ τῷ τελείῳ, καθὼς καὶ ὁ Νοῦς. τὸ δὲ πάθος εἶναι ζήτησιν τοῦ Πατρός·