Ancient Greek
11.4 to 11.7
Epiphanius, Panarion (Adversus haereses) 11.4-7
Not analysed yet
κυνῶν γὰρ δίκην καὶ χοίρων τὴν ἀπ' αὐτῶν φθορὰν ἐπιτελοῦσιν· οἱ κύνες γὰρ καὶ οἱ χοῖροι, οὐ μὴν ἀλλὰ καὶ ἄλλα ζῷα οὕτως φθείρονται καὶ τὴν ἀπόρρυσιν τὴν ἀπὸ τῶν σωμάτων αὐτῶν ἐσθίουσι. καὶ γὰρ καὶ ἀληθῶς ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἐθετοῦσι, δόξας δὲ βλασφημοῦσι. Μιχαὴλ δὲ ὁ ἀρχάγγελος διαλεγόμενος τῷ διαβόλῳ περὶ τοῦ Μωυσέως σώματος οὐκ ἤνεγκε λόγον βλασφη- μίας, ἀλλὰ εἶπεν, ἐπιτιμήσαι σοι κύριος. οὑτοι δὲ ὅσα οὐκ οἴδασι φυσικῶς βλασφημοῦσιν‘, ὅτι τὰ ἅγια τῶν ἁγίων τὰ μετὰ ἁγιασμοῦ ὴμῖν παραδοθέντα βλασφημοῦσιν, εἰς αἰσχρότητα αὐτὰ μεταβαλλόμενοι. καὶ ταῦτά ἐστιν ἅτινα κατὰ τῶν ἀποστόλων ἐτόλμησαν λέγειν, ὡς καὶ ὁ μακάριος Παῦλός φησιν »ὥστε τινὰς τολμᾶν >ἡμᾶς λέγειν ὅτι ποιήσωμεν τὰ κακά, ἴνα ἔλθῃ ἐφ' ἡμᾶς τὰ ἀγαθά, ὡν τὸ κρίμα ὲ́νδικόν ἐστι.