Ancient Greek
Κατὰ Γνωστικῶν τῶν καὶ Βορβοριτῶν ݲ, τῆς δὲ ἐκολουθίας κݲςݲ., Chapter 11
Epiphanius, Panarion (Adversus haereses) 11.8
Not analysed yet
πόσας δὲ ἄλλας ἀγάγοιμι μαρτυρίας κατὰ τῶν βλασφήμων; οὗτοι γὰρ οἱ ταῖς ἰδίαις χερσὶ φθειρόμενοι, οὐ μόνον δέ, ἀλλὰ καὶ οἱ ταῖς γυναιξὶ πλησιάζοντες, λοιπὸν κόρον μὴ] λαβόντες τῆς μετὰ τῶν γυναικῶν πολυμιξίας εἰς ἀλλήλους ἐκκαίονται, ἄνδρες ἐν ἀνδράσι, κατὰ τὸ γεγραμμένον »τὴν ἀντιμισθίαν τῆς πλάνης έν ἑαυτοῖς ἀπολαμβάνοντες«. ἐξώλεις γὰρ οὗτοι γενόμενοι μακαρίζουσιν ἀλλήλοις, ὡς τὸ προκριτέον τάγμα ἀναδεξάμενοι.