Ancient Greek
Κατὰ Οὐαλεντίνων τῶν καὶ ΓνωστιΚῶν ݲ, τῆς δὲ ἀκολουθίας λα., Chapter 11
Epiphanius, Panarion (Adversus haereses) 11.5-2
Not analysed yet
ἤθελε γάρ, ὡς λέγουσι, τὸ μέγεθος αὐτοῦ καταλαβεῖν. ἔπειτα μὴ δυνηθέντα διὰ τὸ ἀδυνάτῳ ἐπιβαλεῖν πράγματι καὶ ἐν πολλῷ πάνυ ἀγῶνι γενόμενον διά τε τὸ μέγεθος τοῦ βάθους καὶ τὸ ἀνεξιχνίαστον τοῦ Πατρὸς καὶ τὴν πρὸς αὐτὸν στοργήν, ἐκτενόμενον ἀεὶ ἐπὶ τὸ πρόσθεν ὑπὸ τῆς γλυκύτητος αὐτοῦ τελευταῖον ἄν καταπεπόσθαι καὶ ἀναλελύσθαι εἰς τὴν ὅλην οὐσίαν, εἰ μὴ τῇ στηριζούσῃ καὶ ἐκτὸς τοῦ ἀρρήτου μεγέθους φυλασσούσῃ τὰ ὅλα συνέτυχε δυνάμει.