Ancient Greek
Κατὰ Μαρκιωνιστῶν κβ, τῆς δὲ ἀκολουθίας μβ., Chapter 11
Epiphanius, Panarion (Adversus haereses) 11.6.1
Not analysed yet
ἐντεῦθεν οὖν οὗτος ἄρχεται καὶ οὐ καθ᾿ εἱρμὸν πάλιν ἐπιμένει, ἀλλὰ τὰ μὲν ὡς προεῖπον παρακόπτει, τὰ δὲ προστίθησιν ἄνω κάτω, οὐκ ὀρθῶς βαδίζων ἀλλὰ ἐρραδιουργημένως τὰ πάντα περινοστεύων, καὶ ἔστιν· αݲ »Ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου. καθὼς προσέταξε Μωυσῆς«· »ἵνα ᾖ μαρτύριον τοῦτο ὑμῖν« ἀνθ᾿ οὗ εἶπεν ὁ σωτήρ εἰς μαρτύριον αὐτοῖς«. βݲ. »Ἵνα δε εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱός τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς«. γݲ. »Κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου«. δݲ. »Ἰούδαν Ἰσκαριώτην, ὃς ἐγένετο προδότης«. ἀντὶ δὲ τοῦ »κατέβη μετ᾿ αὐτῶν« ἔχει »κατέβη ἐν αὐτοῖς«. εݲ. »Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἄπτεσθαι αὐτοῦ. καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ« καὶ τὰ ἑξῆς. ςݲ. »Κατὰ τὰ αὐτὰ ἐποίουν τοῖς προφήταις οἱ πατέρες ὑμῶν«. ζݲ. »Λέγω δὲ ὑμῖν, τοσαύτην πίστιν οὐδὲ ἐν τῷ Ἰσραὴλ εὑρον«. ηݲ. Παρηλλαγμένον τό »μακάριος ὅς οὐ μὴ σκανδαλισθῇ ἐν ἐμοί«· εἶχε γὰρ ὡς πρὸς Ἰωάννην. θݲ. »Αὐτός ἐστι περὶ οὗ γέγραπται· ἰδού, ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου«. ῑ. »Καὶ »Καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ Φαρισαίου κατεκλίθη. ἡ γυνὴ στᾶσα ὀπίσω ἡ ἁμαρτωλὸς παρὰ τοὺς πόδας ἔβρεξε τοῖς δάκρυσι τοὺς πόδας καὶ ἤλειψεν καὶ κατεφίλει«. |D316 ῑᾱ Καὶ πάλιν »αὕτη τοῖς δάκρυσιν ἔβρεξεν τοὺς πόδας μου καὶ ἤλειψεν καὶ κατεφίλει«. ιݲβݲ οὐκ εἶχεν »ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ«, ἀλλὰ »ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου«. ιݲγݲ Πλεόντων αὐτῶν ἀφύπνωσεν· ὁ δὲ ἐγερθεὶς ἐπετίμησε ἀνέμῳ καὶ τῇ θαλάσσῃ«. ιݲδݲ »Ἐγένετο δὲ ἐν τῷ ὑπάγειν αὐτούς, συνέπνιγον αὐτὸν ὄχλοι. |καὶ γυνὴ ἀψαμένη αὐτοῦ ἰάθη τοῦ αἵματος· καὶ εἶπεν ὁ κύριος· Ö572 τίς μου ἥψατο; «καὶ πάλιν· »ἥψατό μού τις. καὶ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾿ ἐμοῦ«. ιݲεݲ. »Ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν ἐπ᾿ αὐτούς«. ιݲς. ݲ »Λέγων, δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ καὶ μετὰ τρεῖς ἡμέρας ἐγερθῆναι«. ιݲζ. ݲ »Καὶ ἰδοὺ δύο ἄνδρες συνελάλουν αὐτῷ, Ἠλίας καὶ Μωυσῆς ἐν δόξῃ‘. ιݲη. ݲ »Ἐκ τῆς νεφέλης φωνή· οὖτός ἐστιν ὁ υἱός μου ὁ θησαν ἐκβαλεῖν αὐτό« »καὶ πρὸς αὐτούς· ὦ γενεὰ ἄπιστος, ἕως πότε ἀνέξομαι ὑμῶν; «κݲ. »Ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων«. κݲαݲ. »Οὐδὲ τοῦτο ἀνέγνωτε, τί ἐποίησε Δαυίδ· εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ«. κݲβݲ. »Ἐὐχαριστῶ σοι, κύριε τοῦ οὐρανοῦ«. οὐκ εἶχεν δέ »καὶ τῆς γῆς«, οὔτε »πάτερ« εἶχεν. ἐλέγχεται δέ· κάτω γὰρ εἶχεν »ναί, ὁ πατήρ«. κݲγݲ. Εἶπεν τῷ νομικῷ »ἐν τῷ νόμῳ τί γέγραπται; «καὶ ἀποκριθεὶς μετὰ τὴν ἀπόκρισιν τοῦ νομικοῦ εἶπεν »ὀρθῶς εἶπες. τοῦτο ποίει, καὶ ζήσῃ«. κݲδݲ. Καὶ εἶπεν »τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου, αἰτῶν τρεῖς ἄρτους; «καὶ λοιπόν »αἰτεῖτε καὶ δοθήσεται. τίνα γὰρ ἐξ ὑμῶν τὸν πατέρα υἱὸς αἰτήσει ἰχθὺν καὶ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ ἢ ἀντὶ ᾠοῦ σκορπίον; εἰ οὖν ὑμεῖς πονηροὶ οἴδατε δόματα ἀγαθά, πόσῳ μᾶλλον ὁ πατήρ; «κݲεݲ. Παρακέκοπται τὸ περὶ Ἰωνᾶ τοῦ προφήτου. εἶχεν γάρ »ἡ γενεὰ αὕτη, σημεῖον οὐ δοθήσεται αὐτῇ«. οὐκ εἶχεν δὲ περὶ Νινευὴ καὶ βασιλίσσης νότου καὶ Σαλομῶνος. κݲςݲ. Ἀντὶ τοῦ »παρέρχεσθε τὴν κρίσιν τοῦ θεοῦ« εἶχεν »παρέρχεσθε τὴν κλῆσιν τοῦ θεοῦ«. κݲζݲ. »Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνήματα τῶν προφητῶν καὶ οἱ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς«. κݲηݲ. Οὐκ εἶχεν »διὰ τοῦτο εἶπεν ἡ σοφία τοῦ θεοῦ· ἀποστέλλω αὐτοὺς προφήτας‘ καὶ περὶ αἵματος Ζαχαρίου καὶ Ἄβελ καὶ τῶν προφητῶν ὅτι ἐκζητηθήσεται ἐκ τῆς γενεᾶς ταύτης. κݲθݲ. »Λέγω τοῖς φίλοις μου· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, φοβήθητε δὲ τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν |βαλεῖν εἰς γέενναν«. οὐκ εἶχεν δέ »οὐχὶ πέντε στρουθία ἀσσαρίων δύο πωλοῦνται καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον τοῦ θεοῦ«. λݲ. Ἀντὶ τοῦ »ὁμολογήσει ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ« »ἐνώπιον τοῦ θεοῦ« λέγει. λݲαݲ. Οὐκ ἔχει τό »ὁ »θεὸς ἀμφιέννυσι τὸν χόρτον«. λݲβݲ. »Ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων«, τῶν δή. λݲγ. Ζητεῖτε δὲ τὴν βασιλείαν τοῦ θεοῦ καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν«. λݲδݲ. Ἀντὶ τοῦ »ὁ πατὴρ ὑμῶν« »ὁ πατήρ« εἶχεν λݲςݲ. »Ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου καὶ καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει«. λݲζݲ. »Μή ποτε κατασύρῃ σε πρὸς τὸν κριτὴν καὶ ὁ κριτὴς παραδώσει σε τῷ πράκτορι«. λݲηݲ. Ἦν παρακεκομμένον ἀπὸ τοῦ »ἠλθόν τινες ἀναγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ων τὸ αἱμα συνέμιξε Πιλᾶτος μετὰ τῶν θυσιῶν αὐτῶν« ἕως ὅπου λέγει περὶ τῶν ἐν τῷ Σιλωὰμ δεκαοκτὼ ἀποθανόντων ἐν τῷ πύργῳ, καὶ τό »ἐὰν μὴ μετανοήσητε« καὶ <τὰ ἑξῆς> ἕως τῆς παραβολῆς τῆς συκῆς, περὶ ἧς εἶπεν ὁ γεωργὸς »σκάπτω καὶ βάλλω κόπρια καὶ ἐὰν μὴ ποιήσῃ, ἔκκοψον«. λݲθݲ. »Ταύτην δὲ θυγατέρα Ἀβραάμ, ἣν ἔδησεν ὁ Σατανᾶς«. μݲ. Παρέκοψε πάλιν τό »τότε ὄψεσθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ«· ἀντὶ δὲ τούτου ἐποίησεν ὅτε πάντας τοὺς δικαίους ἴδητ4 ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους« —ἐποίησε δέ »κρατουμένους« —»ἔξω«, »ἐκεῖ ἐσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων«. μݲαݲ. Παρέκοψε πάλιν τό »ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ« καὶ τό »οἱ ἔσχατοι ἔσονται πρῶτοι« καὶ τό »προσῆλθον οἱ Φαρισαῖοι λέγοντες, ἔξελθε καὶ πορεύου, ὅτι Ἡρῴδης σε θέλει ἀποκτεῖναι« καὶ τό »εἶπεν· πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ« ἕως ὅπου εἶπεν »οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι λέσθαι ἔξω Ἱερουσαλήμ« καὶ τό »Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτέ- νουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους« καὶ τό »πολλάκις ἠθέλησα ἐπισυνάξαι ὡς ὄρνις τὰ τέκνα σου« καὶ τό »ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν« καὶ τό »οὐ μὴ ἴδητέ με, ἕως οὑ εἴπητε· εὐλογημένος«. |μݲβݲ. Πάλιν παρέκοψε πᾶσαν τὴν παραβολὴν τῶν δύο υἱῶν, τοῦ εἰληφότος τὸ μέρος τῶν ὑπαρχόντων καὶ ἀσώτως δαπανήσαντος καὶ τοῦ ἄλλου. μݲγ. ݲ »Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου καὶ πᾶς βιάζεται«. μݲδݲ. Περὶ τοῦ πλουσίου καὶ Λαζάρου τοῦ πτωχοῦ, ὄτι ἀπηνέχθη ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραάμ. μݲεݲ. »Νῦν δὲ ὅδε παρακαλεῖται« ὁ αὐτὸς Αάξαρος. μݲςݲ. Εἶπεν Ἀβραάμ »ἔχουσι Μωυσέα καὶ τοὺς προφήτας, αὐτῶν, ἐπεὶ οὐδὲ τοῦ ἐγειρομένου ἐκ νεκρῶν ἀκούσουσιν«. μݲζݲ. Παρέκοψε τό »λέγετε ὅτι ἀχρεῖοι δοῦλοί ἐσμεν· ὃ ποιησαι πεποιηκαμεν«. μݲηݲ. Ὅτε συνήντησαν οἱ δέκα λεπροί. ἀπέκοψε δὲ ἐποίησεν »ἀπέστειλεν αὐτοὺς λέγων, δείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι« καὶ ἄλλα ἀντὶ ἄλλων ἐποίησε, λέγων ὅτι »πολλοὶ λεπροὶ ἦσαν ἐν ἡ μέραις Ἐλισσαίου τοῦ προφήτου καὶ οὐκ ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος«. μݲθݲ. »Ἐλεύσονται ἡμέραι, ὅταν ἐπιθυμήσητε Ἱδεῖν μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου«. νݲ. »Εἶπέ τις πρὸς αὐτόν· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δέ· μή με λέγε ἀγαθόν. εἷς ἐστιν ἀγαθός ὁ θεός«· προσέθετο ἐκεῖνος »ὁ πατήρ« καὶ ἀντὶ τοῦ »τὰς ἐντοὰς οἶδας« λέγει »τὰς ἐντολὰς οἶδα«. νݲαݲ. »Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν τῇ Ἱεριχὼ τυφλὸς ἐβόα· Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με. καὶ ὅτε ἰάθη, φησίν· ἡ πίστις σου σέσωκέν σε«. νݲβݲ. Παρέκοψε τό »παραλαβὼν τοὺς δώδεκα ἔλεγεν· ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ τελεσθήσεται πάντ τὰ γεγραμμένα ἐν τοῖς προφήταις περὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου. παραδοθήσεται γὰρ καὶ ἀποκτανθήσεται καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται«· ὅλα ταῦτα παρέκοψε. νݲγݲ. Παρέκοψεν τὸ κεφάλαιον τὸ περὶ τῆς ὄνου καὶ Βηθφαγὴ καὶ τὸ περὶ τῆς πόλεως καὶ τοῦ ἱεροῦ, ὅτι γεγραμμένον ἦν »ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, καὶ ποιεῖτε αὐτὸν σπήλαιον ληστῶν«. νݲδݲ. »Καὶ ἐζήτησαν ἐπιβαλεῖν ἐπ᾿ αὐτὸν τὰς χεῖρας καὶ ἐφοβήθησαν«. νݲεݲ. Πάλιν ἀπέκοψε τὰ περὶ τοῦ ἀμπελῶνος τοῦ γεωργοῖς καὶ τό »τί οὖν ἐστι τό· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομουντες; «νݲςݲ. Ἀπέκοψε τό »ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ Μωυσῆς ἐμήνυσε ἐπὶ τῆς βάτου, καθὼς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. θεὸς δέ ἐστι ζώντων καὶ οὐχὶ νεκρῶν«. νݲζݲ. Οὐκ εἶχε ταῦτα »ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωυσῆς ἐμήνυσε λέγων θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακὼβ θεὸν ζώντων«. νݲηݲ. Πάλιν παρέκοψε τό »θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ ἀπόληται«. νݲθݲ. Πάλιν παρέκοψε ταῦτα »τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη« καὶ τὰ ἑξῆς, διὰ τὰ ἐπιφερόμενα ἐν τῷ ῥητῷ »ἕως πληρωθῇ πάντα τὰ γεγραμμένα«. ξݲ. »Συνελάλησε τοῖς στρατηγοῖς τὸ πῶς αὐτὸν παραδῷ αὐτοῖς«. λݲαݲ. »Καὶ εἶπεν τῷ Πέτρῳ καὶ τοῖς λοιποῖς· ἀπελθόντες ἑτοιμάσατε ἴνα φάγωμεν τὸ Πάσχα«. ξݲβݲ. Καὶ ἀνέπεσε, καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ καὶ εἶπεν· ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μαθ᾿ ὑμῶν πρὸ τοῦ με παθεῖν«. ξݲγݲ. Παρέκοψε τό »λέγω γὰρ ὑμῖν, οὐ μὴ φάγω αὐτὸ ἀπάρτι, ἂν πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ«. ξݲεݲ. »Ἀπεσπάσθη ἀπ᾿ αὐτῶν ὡσεὶ Μου βολὴν καὶ θεὶς τὰ γόνατα προσηυχετο«. ξݲςݲ. »Καὶ ἤγγισε καταφιλῆσαι αὐτὸν Ἰούδας καὶ εἶπεν«. ξݲζݲ. Παρέκοψεν ὃ ἐποίησε Πέτρος, ὅτε ἐπάταξε καὶ ἀφείλετο οὐς τοῦ δούλου τοῦ ἀρχιερέως. ξݲηݲ. »Οἱ συνέχοντες ἐνέπαιζον δέροντες καὶ τύπτοντες καὶ λέγοντες· προφήτευσον τίς ἐστιν ὁ παίσας σε; «ξݲθݲ. Προσέθετο μετὰ τό τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος« καὶ καταλύοντα τὸν νόμον καὶ τοὺς προφήτας«. οݲ. Προσθήκη μετὰ τό »κελεύοντα φόρους μὴ δοῦναι« »καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα«. οݲαݲ. »Καὶ ἐλθὄντες εἰς τόπον λεγόμενον Κρανίου τόπος αὐτὸν καὶ διεμεδρίσαντο τὰ ἱμάτια αὐτοῦ καὶ ἐσκοτίσθη ὁ ἥλιος‘. οݲβݲ. Παρέκοψε τό σήμερον μετ᾿ ἐμοῦ ἴσῃ ἐν τῷ παραδείσῳ‘. οݲγݲ. »Καὶ φωνήσας φωνῇ μεγάλῃ ἐξέπνευσεν«. οݲδݲ. »Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσήφ, καθελὼν τὸ σῶμα ἐνετύλιξε σινδόνι καὶ ἔθηκεν ἐν μνήματι λαξευτῷ«. οݲεݲ. »Καὶ ὑποστρέψασαι αἱ γυναῖκες ἡσύχασαν τὸ σάββατον τὸν νόμον«. |οݲςݲ. »Εἶπαν οἱ ἐν ἐσθῆτι λαμπρᾷ· τί ζητεῖτε τὸν ζῶντα τῶν νεκρῶν; ἠγέρθη, μνήσθητε ὅσα ἐλάλησεν ἔτι ὢν μεθ’ ὑμῶν, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παθεῖν καὶ παραδοθῆναι«. οݲζݲ. Παρέκοψε τὸ εἰρημένον πρὸς Κλεόπαν καὶ τὸν ἄλλον, ὅτε συνήντησεν αὐτοῖς, τό »ὠ ἀνόητοι καὶ βραδεῖς τοῦ πιστεύειν οἷς ἐλάλησαν οἱ προφῆται· οὐχὶ ταῦτα ἔδει παθεῖν; «καὶ ἀντὶ δὲ τοῦ »ἐφ᾿ οἷς ἐλάλησαν οἱ προφῆται« ἐποίησεν »ἐφ᾿ οἷς ἐλάλησα ὑμῖν‘. ἐλέγχεται δὲ ὅτι »ὅτε ἔκλασε τὸν ἄρτον, ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν«. οݲηݲ. »Τί τεταραγμένοι ἐστέ; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι πνεῦμα ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα«.