Ancient Greek
11.7 to 11.14
Epiphanius, Panarion (Adversus haereses) 11.7-2-14
Not analysed yet
Ἑτι δὲ καὶ ταῦτα συνάπτομεν κατὰ τοῦ προειρημένου αἱρεσιάρχου ταύτῃ τῇ <παρ᾿> ἡμῶν κατ᾿ αὐτοῦ αὐτοῦ πεπραγματευμένῃ σχέσει, παρ᾿ αὐτῷ πάλιν ἐφεύρομεν, ὡς ἐν ἐθελοδοκήσει τῶν τοῦ ἀποστόλου Παύλου ἐπιστολῶν, οὐχ ὄλων ἀλλ’ ἐνίων ὡν ἐν τῷ τέλει τῆς πάσης πραγματείας αἱ ὀνομασίαι ὑφ᾿ ἡμῶν ἐνετάχθησαν, ὡς παρ᾿ αὐτῷ τὸ ἀποστολικὸν ἐμφέρεται) καὶ αὐτῶν δὲ ἠκρωτηριασμένων συνήθως τῇ Τῆς πρὸς Ῥωμαίους, παρ᾿ αὐτῷ δ, ἐν δὲ τῷ ἀποστολικῷ ᾱ. Αὔτη ἡ νενοθευμένη τοῦ Μαρκίωνος σύνταξις, ἔχουσα μὲν χαρακτῆρα καὶ τύπον τοῦ κατὰ Λουκᾶν εὐαγγελίου, καὶ Παύλου τοῦ ἀποστόλου οὐχ ὅλον, οὐ πασῶν τῶν αὐτοῦ ἐπιστολῶν, ἀλλὰ μόνον τῆς πρὸς Ῥωμαίους καὶ τῆς πρὸς Ἐφεσίους καὶ <τῆς> πρὸς καὶ τῆς πρὸς Λαοδικεῖς καὶ ἀπὸ] τῆς πρὸς Γαλάτας καὶ τῆς πρὸς Κορινθίους πρώτης καὶ δευτέρας καὶ τῆς πρὸς Θεσσαλονικεῖς πρώτης καὶ δευτέρας καὶ τῆς πρὸς Φιλήμονα καὶ <τῆς> πρὸς Φιλεπ- πησίους· καὶ τῆς πρὸς Τιμόθεον πρώτης καὶ δευτέρας καὶ <τῆς> πρὸς Τίτον καὶ τῆς πρὸς Ἑβραίους *τῶν ἐμφερομένων παρ᾿ αὐτῷ, ὡς οὐ πληρεστάτων οὐσῶν, ἀλλὰ ὡς ἐν παραχαράξει. πανταχόθεν δὲ τὴν αὐτὴν σύνταξιν *ἐρρᾳδιουργημένην καὶ ἔν τισι λέξεσιν ἐπιποιήτως προσθήκην ἔχουσαν, οὐκ εἰς ὠφέλειαν, ἀλλὰ εἰς ἥσσονας καὶ ἐπιβλαβεῖς ξενολεξίας κατὰ τῆς ὑγιοῦς πίστεως ἐκ τοῦ αὐτοῦ ἐμβεβροντημένου νοῦ †βοσκήματος. Τοῦτα δὲ ἡμῖν πεπόνηται καὶ πεπολυπραγμόνηται ἐκ τῆς παρ᾿ αὐτῷ προλελεγμένης γραφῆς, ἀποστόλου τε καὶ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου, <ὅπως> εἰδέναι ἔχοιεν πάντες οἱ πειρώμενοι ἀντιλέγειν τῇ αὐτοῦ πλάνῃ, ὅτι τὰ μὲν παρηλλαγμένα ῥήματα κατὰ ῥᾳδιουργίαν ἐντέτακται, ὅσα δὲ οὐκ ἐμφέρεται ἐν τοῖς οἰκείοις τόποις συληθέντα ὑπάρχει ὑπὸ τῆς αὐτοῦ τόλμης· ταῦτα γὰρ ἐδόκει ὁ κτηνώδης μόνα ἐναντία εἶναι [ἀντιλέγειν] τῇ αὐτοῦ ἐπιπλάστῳ διανοίᾳ.