Ancient Greek
12.1 to 12.5
Epiphanius, Panarion (Adversus haereses) 12.1-2-5
Not analysed yet
12. Λαβὼν δὲ ὁ Ἰώσηπος τὰ γράμματα καὶ τὴν ἐξουσίαν μετὰ τοῦ ἀξιώματος ἐπὶ τὴν Τιβεριάδα ἡκεν, ἔχων καὶ ἐπιστολὰς ἀπὸ τῶν βασιλικῶν ἀναλίσκειν, ἀλλὰ καὶ αὐτὸς ὀψωνίοις παρὰ τοῦ βασιλέως τετιμημένος ἄρχεται γοῦν ἐν Τιβεριάδι κτίζειν. ναὸς δὲ μέγιστος ἐν τῇ πόλει προϋπῆρχε· τάχα, οἶμα, Ἀδριανεῖον τοῦτο ἐκάλουν. ἀτελὲς δὲ τοῦτο τὸ Ἀδριανεῖον διαμεῖναν τάχα οἱ πολῖται εἰς δημόσιον λουτρὸν ἐπειρῶντο ἐπισκευάσαι. ὅπερ εὑρὼν ὁ Ἰώσηπος ἐκ τούτου τὴν πρόφασιν ἔσχε, καὶ ὡς ἤδη τετραχῆ τοὺς τοίχους διὰ τετραπόδων λίθων εὑρεν ἔως ὕψους τινὸς ἀνεγηγερμένους, ἐντεῦθεν ἄρχεται ποιεῖσθαι τῆς ἐκκλησίας τὴν ἐπιμέλειαν. ἀσβέστου δὲ ἠν χρεία καὶ τῆς ἄλλης ὕλης. καμίνους τοίνυν ἔξωθεν τῆς πόλεως πολλὰς προσέταξε γενέσθαι, τάχα τὸν ἀπιθμὸν ἑπτά φούρνακας δὲ ἐπιχωρίως ταύτας καλοῦσιν). οἱ δὲ δεινοὶ καὶ πρὸς πᾶν ἐπιχείρημα εὔτολμοι Ἰουδαῖοι τῆς παρ᾿ αὐτοῖς ἀεὶ γινομένης μαγγανείας οὐκ ἀπέσχοντο. μαγείαις γὰρ τισι καὶ περιεργίαις τὸ πῦρ καταδῆαι οἱ γεννάδαι Ἰουδαῖοι ἐπετρίβησαν, ἀλλ᾿ οὐκ εἰς τέλος ἴσχυσαν. ἤργει γοῦν τὸ καὶ καὶ οὐκ ἔπραττεν ἀλλὰ τῆς ἰδίας ὡς εἰπεῖν φύσεως ἐκτὸς ἐγένετο.