Ancient Greek
Κατὰ Ἐβιωναίων ιݲ, τῆς δὲ ἀΚολουθίας λݲ., Chapter 12
Epiphanius, Panarion (Adversus haereses) 12.6
Not analysed yet
ὡς δὲ οἱ τὴν καυστικὴν ὕλην παραβάλλειν τῷ πυρὶ ἐπιτεταγμένοι φημὶ δὲ ῥῶπας εἴτ᾿ οὖν φρύγανα) τῷ Ἰωσήπῳ τὸ πραχθὲν ἐσήμαναν, δηχθεὶς τὴν φρένα ὁ ἀνὴρ καὶ ζήλῳ ἀρθεὶς τῷ πρὸς τὸν κύριον ἔδραμεν ἔξω τῆς πόλεως καὶ ὕδωρ κελεύσας ἐνεχθῆναι ἐν ἀγγείῳ, ἐν καψάκῃ φημί κακούβιον δὲ τοῦτο οἱ ἐπιχώριοι καλοῦσι), λαβών <τε> τὸ αὐτὸ ἄγγος τοῦ ὕδατος ἐνώπιον συνηθροίσθη δὲ πλῆθος Ἰουδαίων ἐπὶ τὴν θέαν, καὶ τὸ ἀποβησόμενον ἰδεῖν σπουδάζοντες καὶ ὅ τι ἐπιχειρήσειεν Ἰώσηπος πράττειν) μεγάλῃ τῇ φωνῇ ὁ ἀνὴρ σταυροῦ σφραγῖδα ἐπιθεὶς τῷ ἀγγείῳ διὰ τοῦ ἰδίου δακτύλου καὶ ἐπικαλεσάμενος τὸ ὄνομα Ἰησοῦ εἶπεν οὕτως ἐν ὀνόματι Ἰησοῦ τοῦ Ναζωραίου,