Ancient Greek
12.7 to 12.10
Epiphanius, Panarion (Adversus haereses) 12.7-10
Not analysed yet
οὑ ἐσταύρωσαν οἱ πατέρες μου καὶ τούτων πάντων τῶν περιεστώτων, γένηται δύναμις ἐν τούτῳ τῷ ὕδατι εἰς ἀθέτησιν πάσης φαρμακείας καὶ μαγείας ἧς οὗτοι ἔπραξαν καὶ εἰς ἐνέργειαν δυνάμεως τῷ πυρὶ εἰς τὸ ἐπιτελεσθῆναι τὸν οἶκον κυρίου«. καὶ οὕτως λαμβάνει τὸ ὕδωρ ἐν τῇ χειρὶ καὶ ῥαίνει ἑκάστῳ φούρνακι ἐκ τοῦ υδατος. καὶ ἀνελύετο μὲν τὰ φάρμακα, τὸ πῦρ δὲ ἐνώπιον πάντων ἀνεβλύστανεν. οἱ δὲ παρόντες ὄχλοι κραυγάσαντες »εἷς θεός, ὁ βοηθῶν τοῖς Χριστιανοῖς« ἀνεχώρησαν. πολλάκις δὲ κακούντων τὸν ἄνδρα ἐκείνων, εἰς ὕστερον μέρος τι τοῦ ναοῦ ἐν Τιβεριάδι οἰκοδομήσας καὶ μικρὰν ἐκκλησίαν ἀποτελέσας οὕτως ἐκεῖθεν ἀνεχώρησεν, ἐν Σκυθοπόλει δὲ ἐλθὼν κατέμεινεν. ἐν Διοκαισαρείᾳ δὲ καὶ ἄλλαις τισὶ τελείως ᾠκοδόμησε. ταῦτα δὲ πραχθέντα καὶ ἐνταῦθά μοι ἐπιμνησθέντα ἕνεκεν τῆς τῶν βίβλων ἑρμηνείας, πῶς ἀπὸ Ἑλληνίδος τὸ εὐαγγέλιον τὸ κατὰ Ἰωάννην εἰς Ἑβραΐδα μετέπεσε καὶ αἱ Πράξεις τῶν ἀποστόλων, ἔως ὡδε τὰ τῆς ἱστορίας καὶ ὑφηγήσεως ἐχέτω.