Ancient Greek
12.9 to 12.10
Epiphanius, Panarion (Adversus haereses) 12.9-2-10
Not analysed yet
οὐ γὰρ παρακολουθοῦντός ἐστιν τὸ διδάσκειν καὶ ἑαυτὸν ἀνατρέπειν. εἰ γὰρ ὅλως λέγει »μὴ ἀκούετέ μου«, ποῖον ἦν τὸ πνεῦμα τὸ λαλοῦν ἐν αὐτῆ: εἰ γὰρ αὐτὴ ἔλεγεν ἧ ἄνθρωπος. ἄρα οὐκ ἦν ἐν πνεύματι ἀγίῳ. ἡ γὰρ λέγουσα »μὴ ἀκούετέ μου «δῆλον ὅτι τὸ ἀνθρώπινον ἔλεγε καὶ οὐκ ἦν ἐν πνεύματι ἁγίῳ. εἰ δὲ μὴ οὖσα ἐν πνεύματι ἁγίῶ ἄνωθεν, οὖσα δὲ τοῦ ἀνθρωπίνου φρονήματος, ἀλλὰ ἀνθρωπίνῳ φρονήματι ἐλάλει καὶ ἐφθέγγετο.