Ancient Greek
Κατὰ τῶν κατὰ Φρύγας ἤτοι Μοντανιστῶν καλουμένων ἢ καὶ Τασκοδρουγιτῶν κݲηݲ, τῆς δὲ ἀκολουθίας μݲηݲ., Chapter 12
Epiphanius, Panarion (Adversus haereses) 12.11-2
Not analysed yet
εἰ δὲ πνεύματι ἁγίῳ ἐλάλει καὶ ἐπροφήτευε, ποῖον ἦν ἄρα τὸ πνεὺμα τὸ ἅγιιον τὸ λέγον »ἐμοῦ μὴ ἀκούετε; «καὶ πολλή ἐστι τῆς ἀπάτης ἡ τύφλωσις καὶ μέγας ἐστὶν ὁ τοῦ θεοῦ λόγος, ὁ κατὰ πάντα τρόπον ἡμὰς συνετίζων εἰς τὸ εἰδέναι ἡμᾶς ποῖς τὰ ἐκκ τοῦ πνεύματος τοῦ ἁγίου λελαλημένα, πῆ μὲν ἐκ προσώπου πατρός, πῆ δὲ ἐκ προσώπου τοῦ υἱοῦ, πῆ δὲ ἐκ προσώπου τοῦ ἁγίου πωεύματος.