Ancient Greek
Κατὰ Μαρκωσίων ιδ, τῆς δὲ ἀκολουθίας λݲδݲ., Chapter 13
Epiphanius, Panarion (Adversus haereses) 13-2
Not analysed yet
13. Σὺ μὲν ταῦτα διερχόμενος, ἀγαπητέ, εὖ οἶδα ὅτι γελάσεις πολλὰ *τὴν τοιαύτην αὐτῶν οἰησίσοφον μωρίαν. ἄξιοι δὲ πένθους οἱ τῆλικαύτην θεοσέβειαν καὶ τὸ μέγεθος τῆς ἀΜῶς ἀρρήτου δυνάμεως καὶ τὰς τουσαύτας οἰκονομίας τοῦ θεοῦ διὰ τοῦ ἄλφα καἰ βῆτα καὶ δι᾿ ἀριθμῶν οὕτως ψυχρῶς καὶ βεβιασμένως διασύροντες. ὅσοι δὲ ἀφίστανται τῆς ἐκκλησίας καὶ τούτοις τοῖς γραώδεσι μύθοις πείθονται, ἀληθῶς >αὐτοκατάκριτοι, οὓς ὁ Παῦλος ἐγκελεύεται ἡμῖν μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτεῖθσαι. Ἰωάννης δέ, ὁ τοῦ κυρίου μαθητής, ἐπέτεινε τὴν καταδίκην αὐτῶν, μηδὲ χαίρειν αὐτοῖς ὑφ᾿ ἡμῶν λέγεσθαι βουληθείς· »ὁ γὰρ λέγων αὐτοῖς« φησί »χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτῶν τοῖς πονηροῖς«. καὶ εἰκότως· »οὐκ ἔστι γὰρ χαίρειν τοῖς ἀσεβέσιν« λέγει κύριος. ἀσεβεῖς δὲ ὑπὲρ πᾶσαν ἀσέβειαν οὗτοι οἶ τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς, μόνον θεὸν παντοκράτορα, ὑπὲρ ὃν ἄλλος θεὸς οὐκ ἔσιν, ἐξ Ὑστερήματος καὶ αὐτοῦ ἐξ ἄλλου Ὑστερήματος γεγονότος προβεβλῆσθαι λέγοντες· ὥστε κατ᾿ αὐτοὺς εἲναι αὐτὸν προβολὴν τρίτου Ὑστερήματος. ἣν γνώμην ὄντως καταφυσήσαντας καὶ καταθεματίσαντας δέον πόρρω που <καὶ> φυγεῖν ἀέ αὐτῶν καὶ ᾗ πλέον διισχυρίζονται καὶ χαίρουσιν ἐπὶ τοῖς παρευρέμασιν αὐτῶν, ταύτῃ μᾶλλον εἰδέναι πλέον αὐτοὺς ἐνεργεῖσθαι ὑπὸ τῆς ὀγδοάδος τῶν πονηρῶν πνευμάτων, καθάπερ οἱ εἰς φρενίτιδα διάθεσιν ἐμπεσόντες †ἢ πλέον γελῶσι καὶ ἰσχύειν δοκοῦσιν καὶ ὡς ὑγιαίνοντες πάντα πράττουσιν, ἔνια δὲ καὶ ὑπὲρ τὸ ὑγιαίνειν, ταύτῃ μᾶλλον κακῶς ἔχουσιν. ὁμοίως δὲ καὶ οὗτοι ᾗ μᾶλλον ὑπερφρονεῖν δοκοῦσι καὶ ἐκνευρίζουσιν ἑαυτοὺς ὐπέρτονα τοξεύοντες, ταύτῃ μᾶλλον οὐ σωφρονοῦσιν. ἐξελθὸν γὰρ τὸ ἀκάθαρτον πνεῦμα τῆς ἀνοίας, ἔπειτα σχολάζοντας αὐτοὺς οὐ θεῷ, ἀλλὰ κοσμικαῖς ζητήσεσιν εὑρόν, προσπαραλαβὸν ἕτερα πνεύματα ἑπτὰ πονηρότερα ἑαυτοῦ καὶ χαυνῶσαν αὐτῶν τὴν γνώμην ὡς δυναμένων τὰ ὐπὲρ τὸν θεὸν ἐννοεῖν καὶ ἐπιτήδειον εἰς υπερέκκρουσιν κατασκευάσαν, τὴν ὀγδοάδα τῆς ἀνοίας τῶν πονηρῶν πνευμάτων εἰς αὐτοὺς ἐνεθήκωσεν.