Ancient Greek
Κατὰ Γνωστικῶν τῶν καὶ Βορβοριτῶν ݲ, τῆς δὲ ἐκολουθίας κݲςݲ., Chapter 13
Epiphanius, Panarion (Adversus haereses) 13.1
Not analysed yet
13. Οἱ δὲ Λευῖται παρ' αὐτοῖς καλούμενοι οὐ μίσγονται γυναιξίν, ἀλλὰ ἀλλήλοις μίσγονται. καὶ οὑτοί εἰσιν οἱ προκριτέοι παρ’ αὐτοῖς δῆθεν καὶ ἐπαινετοί. καταγελῶσι δὲ λοιπὸν τῶν τὴν πολιτείαν ἀσκούντων καὶ ἁγνείαν καὶ παρθενίαν ὡς εἰς μάτην τὸν κάματον ἀναδεδεμένων.