Ancient Greek
Κατὰ Γνωστικῶν τῶν καὶ Βορβοριτῶν ݲ, τῆς δὲ ἐκολουθίας κݲςݲ., Chapter 13
Epiphanius, Panarion (Adversus haereses) 13.2
Not analysed yet
προφέρουσι δὲ εἰς ὄνομα Φιλίππου τοῦ ἁγίου μαθητοῦ εὐαγγέλιον πεπλασμένον, ὅτι, φησίν »ἀπεκάλυψέν μοι ὁ κύριος τί τὴν ψυχὴν ξεῖ λέγειν ἐν τῷ ἀνιέναι εἰς τὸν οὐρανὸν καὶ πῶς ἑκάστῃ τῶν ἄνω δυνάμεων ἀποκρίνεσθαι· ὅτι ἐπέγνων ἐμαυτήν, φησί, καί συνέλεξα ἐμαυτὴν ἐκ πανταχόθεν, καὶ οὐκ ἔσπειρα τέκνα τῷ ἄρχοντι, ἀλλὰ ἐξερρίζωσα τὰς ῥίζας αὐτοῦ καὶ συνέλεξα τὰ μέλη τὰ διεσκορπισμένα, καὶ οἶδά σε τὶς ἔ. ἐγὼ γάρ, φησί, τῶν ἄνωθέν εἰμι«. καὶ οὕτως, φησίν, ἀπολύεται.