Ancient Greek
κατὰ τῆς αἱρέσεως τῆς μὴ δεχομένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν λݲαݲ, τῆς δὲ ἀκολουθίας νݲαݲ., Chapter 13
Epiphanius, Panarion (Adversus haereses) 13.8-3
Not analysed yet
ὡς καὶ ἀπὸ τοῦ λόγου Ἰωάννου δειχθήσεται, φήσαντος οὕτως ὅτε εἶδεν αὐτὸν ἐρχόμενον τῇ ἐπαύριον [λέγει] »ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου«. καὶ πάλιν τῇ ἄλλῃ ἡμέρᾳ ὡς εἶδεν αὐτὸν περιπατοῦντα ἔφη· »οὗτός ἐστι περὶ οὗ εἶπον ὑμῖν, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν«· »καὶ ἐμαρτύρησε, φησίν, Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα ἐν εἴδει περιστερᾶς καταβαῖνον καὶ ἐρχόμενον ἐπ᾿ αὐτόν«.