Ancient Greek
13.9 to 13.10
Epiphanius, Panarion (Adversus haereses) 13.9-10
Not analysed yet
τὸ δὲ »ἐμαρτύρησε« καὶ τό »οὗτός ἐστιν ὃν εἶπον ὑμῖν«, ὡς ἤδη περὶ ἄλλου καὶ ἄλλου καιροῦ παρῳχημένου λέγων, ἵνα δείξῃ οὐ τὸν αὐτὸν εἶναι καιρὸν τοῦτον ἐκείνῳ τῷ τοῦ βαπτίσματος χρόνῳ, ἀλλὰ ἄλλον παρ᾿ ἐκεῖνον. οὔτε γὰρ εὐθὺς ἀπὸ τοῦ πειρασμοῦ πρὸς τὸν Ἰωάννην ἀφικνεῖται, ἀλλὰ πρῶτον μὲν εἰς τὸν Γαλιλαίαν, ἔπειτα δὲ ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην, ὅπερ ἦν τοῦτο πρὸς τὸν Ἰωάννην *· διὸ λέγει ὅτι »οὗτος ἦν ὃν εἶπον ὑμῖν« καὶ ἔτι τὸ εὐαγγέλιόν φησι »καὶ ἐμαρτύρησεν Ἰωάννης ὅτι τεθέαμαι«, ὡς ἤδη τοῦ πράγματος πρὸς καιρου τινος γεγονότος.