Ancient Greek
14.12 to 14.13
Epiphanius, Panarion (Adversus haereses) 14.12-13
Not analysed yet
Τὸ δὲ Ε; Σωτῇρα, τὸν ἐκ πάντων öντα, τὸ Πᾶν εἶναι διὰ τοῦ λόγου τοῦ »πᾶν ἄρρεν διανοῖγον μήτραν« δηλοῦσθαι λέγουσιν· ὅς τὸ Πᾶν ὢv σθείσης ἐκτὸς τοῦ Πληρώματος, ἣν δὴ καὶ δευτέραν Ὀγδοάδα περὶ ἦς μικρὸν ὕστερον ἐροῦμεν. καὶ ὑπὸ τοῦ Παύλου δὲ φανερῶς διὰ τοῦτο εἰρῆσθαι λέγουσι »καὶ αὐτὸς ἐστι τὰ πάντα«, καὶ πάλιν »πάντα εἰς αὐτὸν καὶ ἐξ αὐτοῦ τὰ πάντα«, καὶ πάλιν »ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος«· καὶ τό »ἀνακεφαλαιώσασθαι δὲ τὰ πάντα ἐν τῷ Χριστῷ διὰ τοῦ θεοῦ«, Ε; ἑρμηνεύουσιν εἰρῆσθαι καὶ εἴ τιvα ἄλλα τοιαῦτα.