Ancient Greek
15.1 to 15.6
Epiphanius, Panarion (Adversus haereses) 15.1-3-6
Not analysed yet
15. Ἔπειτα περὶ τοῦ Ὅρου αὐτῶν, ὅν δὴ καὶ πλείοσιν ὀνόμασιν καλοῦσι, δύο ἐνεργείας ἔχειν αὐτὸν ἀποφαίνονται, τήν τε ἑδραστικὴν καὶ τὴν μεριστικήν· καὶ καθὰ με) ἑδράζει καὶ στηρίζει, Σταυρὸν εἶναι, καθὸ δὲ μερίζει καὶ διορίζει, Ὅρον. τὸν δὲ σωτῆρα οὔτως λέγουσι μεμηνυκέναι τὰς ἐνεργείας αὐτοῦ· καὶ πρῶτον μὲν τὴν ἑδραστικὴν ἐν τῷ εἰπεῖν »ὅς οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ μοι, μαθητὴς ἐμὸς οὐ δύναται εἶναι« καὶ Ε; »ἄρας τὸν σταυρὸν ἀκολούθει μοι«· τὴν δὲ διοριστι- κὴν αὐτοῦ ἐν τῷ εἰπεῖν »οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν«. καὶ τὸν Ἰωάννην δὲ λέγουσιν αὐτὸ τοῦτο μεμηνυκέναι, εἰπόντα »τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ· διακαθαριεῖ τὴν ἅλωνα καὶ συνάξει τὸ σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ«. καὶ διὰ τούτου τὴv ἐνέργειαν τοῦ Ὅρου μεμηνυκέναι· πτύον γὰρ ἐκεῖνο τὸν σταυρὸν ἑρμηνεύσουσιν εἶναι, ὅν δὴ κα ἀναλίσκειν τὰ ὑλικὰ πάντα ὡς ἄχυρα πῦρ, καθαίρειν δὲ τοὺς σῳζομένους ὡς τὸ πτύον τὸν σῖτον. Παῦλον δὲ τὸν ἀπόστολον καὶ αὐτὸν ἐπιμιμνῄσκεσθαι τούτου τοῦ σταυροῦ λέγουσιν οὕτως »ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις δύναμις θεοῦ«, καὶ πάλιν »ἐμοὶ δὲ μὴ γένοιτο ἐν μηδενὶ καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ, δι᾿ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κοσμῳ«. Τοιαῦτα μὲν οὖν περὶ τοῦ Πληρώματος αὐτῶν καὶ τοῦ πλάσματος πάντων λέγουσιν, ἐφαρμόζειν βιαζόμενοι τὰ καλῶς ἐρημένα τοῖς κακῶς ἐπινενοημένοις ὑπ᾿ αὐτῶν. καὶ οὐ μόνον ἐκ τῶι εὐαγγελικῶν καὶ τῶν ἀποστολικῶν πειρῶνται τὰς ἀποδείξεις ποιεῖσθαι, παρατρέποντες τὰς ἐρμηνείας καὶ ῥᾳδιουργοῦντες τὰς ἐξηγήσεῖς,