Ancient Greek
15.1 to 15.5
Epiphanius, Panarion (Adversus haereses) 15.1-5-5
Not analysed yet
15. Ἀρκεῖ δὲ ἡμῖν ἃ καὶ περὶ ταύτης εἰρήκαμεν, ὦ ἐπιπόθητοι. ἐπηγγειλάμεθα γὰρ ἀπὸ ἑκάστης ἧς ἴσμεν αἱρέσεως μὴ φθονῆσαι, ἀλλὰ ὑποφῆναι ἅ τε δι᾿ ἀκοῆς ἅ τε διὰ συγγραμμάτων, ἅ τε δι᾿ ἐγγράφων καὶ ἅ τε ὑπό τινων ἀληθῶς πιστωσαμένων τὴν ἡμῶν ἔννοιαν κατειλήφαμεν, ἵνα μηδέν τι περιττὸν ὧν γε ἔγνωμεν ποιησάμενοι <μὴ> ὑπὸ συνείδησιν δόξωμεν εἶναι μὴ ὀρθὰ καὶ αὐτοὶ ἐφευρίσκοντες κατὰ ἀνθρώπων λέγειν, ἀλλὰ ὑποπίπτοντες πάθει ᾡ καὶ αὐτοὶ ὑπέπεσαν, ἀλήθειαν μὴ λέγοντες, ἀλλὰ κηρύττοντες ἅ μὴ ἑωράκασιν οὐδὲ ἤκουσαν οὐδὲ παρὰ τῆς ἀληθοῦς διδασκαλίας τοῦ ἁγίου πνεύματος παρειλήφασιν· ἀκριβῶς δὲ πάντα ὡς ἄφην διεξερχόμενοι περὶ ἑκάστης αἱρέσεως, τὰ μὲν δεινὰ ἀποκαλύπτοντες εἰς διόρθωσιν τῶν παρεντυγχανόντων καὶ διὰ τῆς ἀνατροπῆς τῆς ἀπὸ θείων λόγων καὶ ἐξ ὀρθῶν λογισμῶν ποιούμενοι ἰατικὸν ὡς εἰπεῖν φάρμακον, κατὰ διττοὺς τρόπους κατασκευάζοντες <αὐτὸ> ἐν κυρίῳ, τοῖς μὲν διερχομένοις εἰς τὸ ἀνασφῆλαι τῆς νόσου καὶ τῆς τοσαύτης ἀλγηδόνος, τοῖς δὲ μηδὲ παρεμπεσοῦσί ποτε <εἰς> προκαταληπτικὸν ὡς εἰπεῖν [τὸ] βοήθημα, τοῦ τῆς ἀληθείας φαρμάκου μεταδιδόντες τοῖς συνετοῖς μαθηταὶ καὶ αὐτοὶ κληθῶμεν τῶν τοῦ κυρίου μαθητῶν καὶ αὐτοῦ τοῦ σωτῆρος, βοηθοῦ ὑπάρχοντος σωμάτων καὶ ψυχῶν.