Ancient Greek
Κατὰ τῶν κατὰ Φρύγας ἤτοι Μοντανιστῶν καλουμένων ἢ καὶ Τασκοδρουγιτῶν κݲηݲ, τῆς δὲ ἀκολουθίας μݲηݲ., Chapter 15
Epiphanius, Panarion (Adversus haereses) 15.6-3
Not analysed yet
ὡς δὲ καὶ τὴν ἐνταῦθα ἱκανῶς ἔχειν ἡγησάμενοι περὶ ταύτης τῆς αἱρέσεως ἐργασίαν σὺν δυνάμει Χριστοῦ ἐπὶ τὰς ἑξῆς προβῆναι ἑαυτοὺς ἐπιδῶμεν, τὸν μὲν ἰὸν καὶ τὰ ἀγκιστροειδῆ τῶν ὀδόντων αὐτῆς φάρμακα ἐν τῷ τῆς ἀληθείας τοῦ σταυροῦ ξύλῳ καταθλάσαντες, τῇ αἱμορροίᾳ ἐχίδνῃ ἐοικυίας, ἧς ἡ λύμη τῶν δεδηγμένων τὸ αἷμα παντὸς τοῦ σώματος ἐκκρίνει καὶ οὕτως τὸν θάνατον ἐμβάλλει.